Καὶ εὕρομεν δρόμον τινὰ μιερὸν ἐν τῇ ὁδῷ πλησίον τῆς πόλεως ἐπιτελούμενον, ἔνθα γυναικῶν τε καὶ ἀνδρῶν πλῆθος γυμνῶν ἐπετέλουν τὸν δρόμον· καὶ πολλὴ ἀπάτη καὶ πλάνη ἐγίνετο ἐν τῷ τόπῳ ἐκείνῳ. στραφεὶς δὲ ὁ Βαρνάβας τούτῳ ἐπετίμησεν, καὶ ἔπεσεν τὸ ἀπὸ δυσμῶν μέρος, ὥστε πολλοὺς τραυματίας γενέσθαι· πολλοὶ δὲ ἐξ αὐτῶν καὶ ἀπέθανον, οἱ δὲ λοιποὶ ἔφυγον εἰς τὸ ἱερὸν τοῦ Ἀπόλλωνος τὸ ὂν πλησίον ἐν τῇ καλουμένῃ Ἱερᾷ. ἐλθόντων δὲ ἡμῶν ἐγγὺς τοῦ Κουρίου, πολὺ πλῆθος Ἰουδαίων ὄντων ἐκεῖ ὑποβληθέντες ὑπὸ τοῦ Βαριησοῦ ἔστησαν ἔξω τῆς πόλεως καὶ οὐκ εἴασαν ἡμᾶς εἰσελθεῖν εἰς τὴν πόλιν, ἀλλ᾽ ὑπὸ δένδρον τὸ ὂν πλησίον τῆς πόλεως ἐποιήσαμεν τὴν ἡμέραν καὶ ἀνεψύξαμεν ἐκεῖ.