<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text><body><div type="edition" n="urn:cts:greekLit:tlg2949.tlg001.1st1K-grc1" xml:lang="grc"><div type="textpart" subtype="section" xml:base="urn:cts:greekLit:tlg2949.tlg001.1st1K-grc1" n="17"><p rend="indent">Οὗτος ἦν ἀπὸ τῆς Ταμασέων, ὃς ἐληλύθει ἐπισκέψασθαι τοὺς οἰκείους αὐτοῦ· πρὸς ὃν ἀτενίσας ὁ Βαρνάβας ἀνεγνώρισεν αὐτόν, πρώην ἐπὶ τῆς Κιτιέων συντυχίαν πεποιηκὼς μετὰ Παύλου πρὸς αὐτόν· ᾧ καὶ πνεῦμα ἅγιον ἐδόθη ἐπὶ τοῦ βαπτίσματος, μετωνόμασέν τε αὐτὸν Ἡρακλείδην. χειροτονήσαντές τε αὐτὸν ἐπίσκοπον τῇ Κύπρῳ καὶ ἐκκλησίαν ἐπιστηρίξαντες ἐν Ταμάσῳ κατελείψαμεν αὐτὸν εἰς κατοίκησιν τῶν ἐκεῖσε κατοικούντων ἀδελφῶν.</p></div></div></body></text></TEI>