<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text><body><div type="edition" n="urn:cts:greekLit:tlg2949.tlg001.1st1K-grc1" xml:lang="grc"><div type="textpart" subtype="section" xml:base="urn:cts:greekLit:tlg2949.tlg001.1st1K-grc1" n="14"><p rend="indent">Κατελθόντες δὲ ἐν τῷ αἰγιαλῷ ἐλάλει αὐτοῖς τὸν λόγον τοῦ θεοῦ· καὶ εὐλογήσας αὐτοὺς ἠσπασάμεθα αὐτοὺς καὶ ἀνήχθημεν ἐν τῷ πλοίῳ. ὁ δὲ εἷς αὐτῶν, ὁ ἐπικληθεὶς Στέφανος, ἐβούλετο συνακολουθῆσαι ἡμῖν· καὶ οὐκ εἴασεν ὁ Βαρνάβας. διαπερασάντων δὲ ἡμῶν κατεπλεύσαμεν ἐν Κύπρῳ διὰ νυκτός, καὶ ἐλθόντες ἐν τῷ λεγομένῳ Κρομμυακίτῃ εὕρομεν Τίμωνα καὶ Ἀρίστωνα τοὺς ἱεροδούλους, πρὸς οὓς καὶ ἐξενίσθημεν.</p></div></div></body></text></TEI>