Ἐκεῖθέν τε παρεπλεύσαμεν τὰς Ἀκονησίας καὶ ἤλθομεν ἐν πόλει Ἀνεμουρίῳ, καὶ εἰσελθόντων ἡμῶν ἐν αὐτῇ εὕρομεν δύο Ἕλληνας· ἐλθόντες δὲ πρὸς ἡμᾶς ἐπηρώτων πόθεν καὶ τίνες ἐσμέν. εἶπεν δὲ αὐτοῖς Βαρνάβας· Εἰ βούλεσθε γνῶναι πόθεν καὶ τίνες ἐσμέν, ἀπορρίψατε ἣν ἔχετε ἐσθῆτα, καὶ περιβάλλω ὑμᾶς ἐσθῆτα ἥτις οὐδέποτε ῥυπαίνεται, οὐδὲ ἔστιν ἐν αὐτῇ ῥυπαρία, ἀλλὰ πάντοτε λαμπρά ἐστιν. Ξενισθέντες δὲ ἐπὶ τῷ λόγῳ ἠρώτων ἡμᾶς· Τί ἐστι τὸ ἔνδυμα ἐκεῖνο ὃ μέλλει διδόναι; Εἶπεν δὲ αὐτοῖς Βαρνάβας· Ἑὰν ἐξομολογήσησθε τὰς ἁμαρτίας ὑμῶν καὶ συντάξησθε τῷ κυρίῳ ἡμῶν Ἰησοῦ Χριστῷ, λαμβάνετε τὸ ἔνδυμα ἐκεῖνο ὅπερ ἐστὶν ἄφθαρτον εἰς τὸν αἰῶνα.