Καὶ κατελθόντες εἰς Λαοδίκειαν ἠρωτῶμεν περᾶσαι εἰς Κύπρον, καὶ εὑρόντες πλοῖον ἀπερχόμενον εἰς Κύπρον ἀνήλθομεν· καὶ πλευσάντων ἡμῶν ὁ ἄνεμος ἐναντίος εὑρέθη. ἤλθομεν δὲ ἐν τῷ Κορασίῳ, καὶ κατελθόντων ἡμῶν παρὰ τὸν αἰγιαλόν, ἔνθα πηγὴ ἦν, ἀνεψύξαμεν ἐκεῖ, μηδενὶ ἑαυτοὺς ἐμφανίζοντες διὰ τὸ μὴ γνῶναί τινα ὅτι ἀπεχωρίσθη Βαρνάβας τοῦ Παύλου. ἀναχθέντες δὲ ἀπὸ Κορασίου ἤλθομεν εἰς Παλαιὰς τῆς Ἰσαυρίας, κἀκεῖθεν ἤλθομεν ἐν νήσῳ τινὶ Πιτυούσῃ καλουμένῃ, καὶ χειμῶνος γενομένου ἐποιήσαμεν ἐκεῖ ἡμέρας τρεῖς· ὑπεδέξατο δὲ ἡμᾶς ἀνήρ τις εὐλαβὴς ὀνόματι Εὔφημος, ὅν καὶ πολλὰ κατήχησε Βαρνάβας εἰς τὴν πίστιν σὺν ὅλῳ τῷ οἴκῳ αὐτοῦ. Ἐκεῖθέν τε παρεπλεύσαμεν τὰς Ἀκονησίας καὶ ἤλθομεν ἐν πόλει Ἀνεμουρίῳ, καὶ εἰσελθόντων ἡμῶν ἐν αὐτῇ εὕρομεν δύο Ἕλληνας· ἐλθόντες δὲ πρὸς ἡμᾶς ἐπηρώτων πόθεν καὶ τίνες ἐσμέν. εἶπεν δὲ αὐτοῖς Βαρνάβας· Εἰ βούλεσθε γνῶναι πόθεν καὶ τίνες ἐσμέν, ἀπορρίψατε ἣν ἔχετε ἐσθῆτα, καὶ περιβάλλω ὑμᾶς ἐσθῆτα ἥτις οὐδέποτε ῥυπαίνεται, οὐδὲ ἔστιν ἐν αὐτῇ ῥυπαρία, ἀλλὰ πάντοτε λαμπρά ἐστιν. Ξενισθέντες δὲ ἐπὶ τῷ λόγῳ ἠρώτων ἡμᾶς· Τί ἐστι τὸ ἔνδυμα ἐκεῖνο ὃ μέλλει διδόναι; Εἶπεν δὲ αὐτοῖς Βαρνάβας· Ἑὰν ἐξομολογήσησθε τὰς ἁμαρτίας ὑμῶν καὶ συντάξησθε τῷ κυρίῳ ἡμῶν Ἰησοῦ Χριστῷ, λαμβάνετε τὸ ἔνδυμα ἐκεῖνο ὅπερ ἐστὶν ἄφθαρτον εἰς τὸν αἰῶνα. Κατανυχθέντες δὲ ὑπὸ τοῦ ἁγίου πνεύματος ἔπεσον εἰς τοὺς πόδας αὐτοῦ παρακαλοῦντες καὶ λέγοντες· Ἀξιοῦμέν σε πάτερ, δὸς ἡμῖν τὸ ἔνδυμα ἐκεῖνο· ἡμεῖς γὰρ πιστεύομεν ᾧ κηρύττεις ζῶντι θεῷ καὶ ἀληθινῷ. Καταγαγὼν δὲ αὐτοὺς κάτω εἰς τὴν πηγὴν ἐβάπτισεν αὐτοὺς εἰς ὄνομα πατρὸς καὶ υἱοῦ καὶ ἁγίου πνεύματος· καὶ ἔγνωσαν ἑαυτοὺς ὅτι ἐνεδύσαντο δύναμιν καὶ στολὴν ἁγίαν. λαβὼν δὲ παρ᾽ ἐμοῦ μίαν στολὴν ἐνέδυσεν τὸν ἕνα, καὶ ἐκ τῆς ἰδίας στολῆς ἐνέδυσε τὸν ἕτερον. προσήνεγκαν δὲ χρήματα αὐτῷ, καὶ εὐθέως διέδωκεν αὐτὰ Βαρνάβας τοῖς πτωχοῖς· ἀφ᾽ ὧν καὶ οἱ ναῦται πολλὰ ἠδυνήθησαν κερδᾶναι. Κατελθόντες δὲ ἐν τῷ αἰγιαλῷ ἐλάλει αὐτοῖς τὸν λόγον τοῦ θεοῦ· καὶ εὐλογήσας αὐτοὺς ἠσπασάμεθα αὐτοὺς καὶ ἀνήχθημεν ἐν τῷ πλοίῳ. ὁ δὲ εἷς αὐτῶν, ὁ ἐπικληθεὶς Στέφανος, ἐβούλετο συνακολουθῆσαι ἡμῖν· καὶ οὐκ εἴασεν ὁ Βαρνάβας. διαπερασάντων δὲ ἡμῶν κατεπλεύσαμεν ἐν Κύπρῳ διὰ νυκτός, καὶ ἐλθόντες ἐν τῷ λεγομένῳ Κρομμυακίτῃ εὕρομεν Τίμωνα καὶ Ἀρίστωνα τοὺς ἱεροδούλους, πρὸς οὓς καὶ ἐξενίσθημεν. Τίμων δὲ συνείχετο πυρετῷ πολλῷ· ᾧ καὶ ἐπιθέντες τὰς χεῖρας εὐθέως ἀπεστήσαμεν τὸν πυρετὸν αὐτοῦ, ἐπικαλεσάμενοι τὸ ὄνομα τοῦ κυρίου Ἰησοῦ. ἦν δὲ ὁ Βαρνάβας μαθήματα παρὰ Ματθαίου εἰληφὼς βίβλον τῆς τοῦ θεοῦ φωνῆς καὶ θαυμάτων καὶ διδαγμάτων σύγγραμμα· ταύτην ἐπετίθει τοῖς ἀσθενοῦσι Βαρνάβας κατὰ τὴν ἀπαντῶσαν ἡμῖν χώραν, καὶ εὐθέως τῶν παθῶν ἴασιν ἐποίει.