<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text><body><div type="edition" n="urn:cts:greekLit:tlg2949.tlg001.1st1K-grc1" xml:lang="grc"><div type="textpart" subtype="section" xml:base="urn:cts:greekLit:tlg2949.tlg001.1st1K-grc1" n="10"><p rend="indent">Ὁ δὲ Παῦλος ἔφη πρὸς αὐτόν· Κἀμοὶ τῇ νυκτὶ ταύτῃ παρέστη ὁ κύριος λέγων· Μὴ βιάσῃ Βαρνάβαν τοῦ μὴ πορευθῆναι εἰς Κύπρον· ἐκεῖ γὰρ αὐτῷ ἡτοίμασται τοῦ φωτίσαι πολλούς· καὶ σὺ δὲ ἐν τῇ δοθείσῃ σοι χάριτι πορεύου εἰς Ἱεροσόλυμα προσκυνῆσαι ἐν τῷ ἁγίῳ τόπῳ, κἀκεῖ σοι δειχθήσεται <pb facs="actaphilippietac00bonnuoft_0344"/> ποῦ σοι τὸ μαρτύριον ἡτοίμασται. Ἠσπασάμεθα δὲ ἀλλήλους, καὶ παρέλαβέν με Βαρνάβας.</p></div></div></body></text></TEI>