Ἐπειδήπερ ἀπὸ τῆς καθόδου τῆς τοῦ σωτῆρος ἡμῶν Ἰησοῦ Χριστοῦ παρουσίας, τοῦ ἀόκνου καὶ φιλανθρώπου καὶ ἰσχυροῦ καὶ ποιμένος καὶ διδασκάλου καὶ ἰατροῦ, τὸ ἀπόρρητον καὶ ὅσιον καὶ ἄμεμπτον μυστήριον τῶν τὴν ἐλπίδα ὁσίως κατεχόντων καὶ ἐσφραγισμένων χριστιανῶν ἐθεασάμην καὶ εἶδον ἐγώ, ᾧ καὶ ἐδούλευσα προθύμως, ἀναγκαῖον ᾠήθην ἃ ἤκουσα καὶ εἶδον μυστήρια ἐγὼ Ἰωάννης ἐξηγήσασθαι, συνακολουθῶν Βαρνάβᾳ καὶ Παύλῳ τοῖς ἁγίοις ἀποστόλοις, ὑπηρέτης ὢν τὸ πρὶν μὲν Κυρίλλου τοῦ ἀρχριερέως τοῦ Διός, νῦν δὲ χάριν λαβὼν πνεύματος ἁγίου διὰ Παύλου καὶ Βαρνάβα καὶ Σιλᾶ τῶν ἀξίων τῆς κλήσεως, τῶν καὶ βαπτισάντων με ἐν Εἰκονίῳ. Μετὰ οὖν τὸ βαπτισθῆναί με εἶδον ἐν ὁράματι ἄνδρα τινὰ ἐφεστῶτα ἐν λευκῇ στολῇ περιβεβλημένον, καὶ εἰπέν μοι· θάρσει Ἰωάννη· καὶ γὰρ τὸ ὄνομά σου μετονομασθήσεται Μᾶρκος, καὶ ἡ δόξα σου ἐν ὅλῳ τῷ κόσμῳ κηρυχθήσεται. καὶ τὸ ἐν σοὶ σκότος παρῆλθεν ἀπὸ σοὺ, καὶ ἐδόθη σοι σύνεσις πρὸς τὸ γνῶναι τὰ μυστήρια τοῦ θεοῦ. Ὡς δὲ τὸ ὅραμα εἶδον, σύντρομος γενόμενος ἀπῆλθον παρὰ τοὺς πόδας Βαρνάβα καὶ ἀπήγγειλα αὐτῷ ἃ εἶδον καὶ ἤκουσα παρὰ τοῦ ἀνδρὸς ἐκείνου μυστήρια. Παῦλος δὲ ὁ ἀπόστολος οὐκ ἦν ἔγγιστα ἡνίκα ἀνεθέμην τὰ μυστήρια. εἶπεν δέ μοι Βαρνάβας· Μηδενὶ ἐξείπῃς τὴν δύναμιν ἣν εἶδες. κἀμοὶ γὰρ τῇ νυκτὶ ταύτῃ παρέστη ὁ κύριος λέγων ὅτι Θάρσει· ὡς γὰρ ἔδωκας τὴν ψυχήν σου ὑπὲρ τοῦ ὀνόματός μου εἰς τὸ ἀποθανεῖν καὶ ἀπαλλοτριωθῆναι τοῦ σοῦ ἔθνους, οὕτως καὶ τελειωθήσῃ. πλὴν καὶ τὸν ὄντα μεθ᾽ ὑμῶν ὑπηρέτην καὶ αὐτὸν συλλαβοῦ μεθ᾽ ἑαυτοῦ· ἔχει γάρ τινα μυστήρια. Νῦν οὖν τέκνον φύλαξον σεαυτῷ τὰ ῥήματα ἃ εἶδες καὶ ἤκουσας· καιρὸς γάρ σε ἀποκαλύψαι μέλλει. Ταῦτα δέ μου κατηχηθέντος παρ᾽ αὐτοῦ, ἐμείναμεν ἐν Εἰκονίῳ ἡμέρας ἱκανάς· ἦν γὰρ ἐκεῖ ὅσιος ἀνὴρ καὶ εὐλαβής, ὅστις ἡμᾶς καὶ ὑπεδέξατο, οὗ καὶ τὸν οἶκον ἡγίασε Παῦλος. ἐκεῖθεν τοίνυν κατηντήσαμεν ἐν Σελευκείᾳ, καὶ προσμείναντες ἡμέρας τρεῖς ἐπλεύσαμεν εἰς Κύπρον, καὶ ἤμην ἐγὼ διακονῶν αὐτοῖς ἄχρις οὗ παρήλθομεν τὴν Κύπρον· ἀναχθέντες δὲ ἀπὸ τῆς Κύπρου κατήχθημεν ἐν Πέργῃ τῆς Παμφυλίας. κἀκεῖσε λοιπὸν παρέμεινα ὡσεὶ μῆνας δύο, βουλόμενος ἐπὶ τὰ δυτικὰ μέρη ἀποπλεῦσαι· καὶ οὐκ εἴασέν με τὸ πνεῦμα τὸ ἅγιον. ἐπιστρέψας δὲ πάλιν ἐζήτησα τοὺς ἀποστόλους, καὶ μαθὼν ὅτι ἐν Ἀντιοχείᾳ εἰσὶν ἐπορεύθην πρὸς αὐτούς.