(5) Ὁ δὲ ἀπόστολος εἶπεν πρὸς τὸν λεόπαρδον· Ποῦ ἐστιν ὁ ἔριφος; Καί φησιν· Ἰδοὺ ἔρριπται ὑπὸ τὴν δρῦν κατέναντι. Λέγει ὁ Φίλιππος τῷ Βαρθολομαίῳ· Ἀπέλθωμεν ὅπως ἴδωμεν τὸν πεπληγμένον ἰαθέντα καὶ θεραπεύοντα τὸν πλήξαντα. Ἐπιτρέψαντος δὲ τοῦ Φιλίππου ὁ λεόπαρδος ὡδήγει τὸν Φίλιππον καὶ τοὺς μετ᾽ αὐτοῦ, καὶ ἤγαγεν αὐτοὺς ὅπου ἦν ὁ ἔριφος κείμενος. (6) Λέγει οὖν ὁ Φίλιππος καὶ ὁ Βαρθολομαῖος· Ἰδοὺ ἐγνώκαμεν ἀληθῶς ὅτι οὐκ ἔστιν ὑπερβαίνων τις τὴν σὴν εὐσπλαγχνίαν φιλάνθρωπε Ἰησοῦ· προλαμβάνεις γὰρ ἡμᾶς καὶ διελέγχεις διὰ τούτων τῶν ζῴων ἵνα μᾶλλον πιστεύσωμεν καὶ πληρώσωμεν σπουδῇ τὸ παρατεθὲν ἡμῖν. νῦν οὖν κύριε Ἰησοῦ Χριστὲ ἐλθὲ καὶ παράσχου ζωὴν καὶ πνοὴν καὶ σύστασιν βεβαίαν εἰς τὰ ζῷα ταῦτα, ἵνα καταλείψωσι μὲν τὴν θηριώδη φύσιν καὶ τὴν κτηνώδη, ἔλθωσι δὲ εἰς ἡμερότητα, καὶ μηκέτι φάγωσι σάρκας, μηδὲ ὁ ἔριφος τροφὴν κτηνῶν· καρδία δὲ ἀνθρωπίνη γενέσθω ἐν αὐτοῖς, καὶ ἀκολουθήσουσιν ἡμῖν ὅπου ἂν πορευώμεθα, ἐσθίοντα ἅπερ ἡμεῖς ἐν τῇ δόξῃ σου, καὶ ἵνα λαλῶσιν ὁμοιότητα ἀνθρώπων, δοξάζοντα τὸ ὄνομά σου. (7) Ἐν αὐτῇ δὲ τῇ ὥρᾳ ἀναστάντα τὰ ζῷα, ὅ τε λεόπαρδος καὶ ὁ ἔριφος, ἐπῆραν τοὺς ἐμπροσθίους πόδας, καὶ ἐδόξασαν τὸν θεόν, καὶ εἶπον ἀνθρωπίνῃ φωνῇ· Δοξάζομεν καὶ εὐλογοῦμέν σε, ὁ ἐπισκεψάμενος ἡμᾶς καὶ μνησθεὶς ἡμῶν ἐν τῇ ἐρήμῳ ταύτῃ καὶ τὴν φύσιν ἡμῶν τὴν θηριώδη καὶ ἀγρίαν μετενέγκας εἰς ἡμερότητα, καὶ ἐχαρίσω ἡμῖν τὸν θεῖον λόγον, καὶ ἔθηκας ἐν ἡμῖν γλῶσσαν καὶ νόημα τοῦ εἰπεῖν καὶ ὁμολογῆσαι τὸ ὄνομά σου, ὅτι μεγάλη ἐστὶν ἡ δόξα σου.