<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text><body><div type="edition" n="urn:cts:greekLit:tlg2948.tlg001.1st1K-grc1" xml:lang="grc"><div type="textpart" subtype="section" xml:base="urn:cts:greekLit:tlg2948.tlg001.1st1K-grc1" n="95"><p><label>(2)</label> Λέγει αὐτῇ ὁ σωτήρ· Οἶδα ἐκλελεγμένη γυναικῶν, οἶδα· ἀλλὰ πορεύου μετὰ τοῦ ἀδελφοῦ σου εἰς πάντα τόπον ὅπου ὑπάγει καὶ γενοῦ παραθαρρύνουσα αὐτῷ· οἶδα γὰρ ὅτι ἄνθρωπος τολμηρός ἐστι καὶ ὀργίλος, καὶ ἐὰν ἀφῶμεν αὐτὸν μόνον, πολλὰς ἀνταποδόσεις ποιήσει τοῖς ἀνθρώποις. ἀλλ᾽ ἰδοὺ καὶ τὸν Βαρθολομαῖον καὶ Ἰωάννην ἀποστελῶ ἐν τῇ πόλει ἐκείνῃ συγκακοπαθῆσαι αὐτὸν διὰ τὴν πολλὴν πονηρίαν τῶν οἰκούντων ἐκεῖσε· οἱ γὰρ ἄνθρωποι ἐκεῖνοι λατρεύουσι τῇ ἐχίδνῃ μητρὶ τῶν ὄφεων. καὶ σὺ Μαριάμνη ἄλλαξόν σου τὴν ἰδέαν καὶ ὅλον τὸ εἶδος τὸ γυναικεῖον, καὶ βάδιζε ὁμοίως μετὰ Φιλίππου. Εἶτα λέγει ὁ Ἰησοῦς τῷ Φιλίππῳ· Εἰς τί ἐδίστασας ὦ Φίλιππε; οὐκ ἤκουσας τῆς διδαχῆς μου· Ἰδοῦ ἀποστέλλω ὑμᾶς ὡς πρόβατα ἐν μέσῳ λύκων; Μὴ οὖν φοβηθῇς αὐτῶν τὴν ἀγριότητα. συνέσομαί σοι ἀεὶ βοηθῶν καὶ ἀντιλαμβανόμενος. ἰδοὺ ἀποστέλλω ὑμᾶς ὡς ἐμοὺς μαθητάς · ἀποστέλλω ὑμᾶς ὡς ἀκτῖνας ἐγὼ ὁ τῆς δικαιοσύνης ἥλιος. μεθ᾽ ὑμῶν εἰμι ἐν παντὶ τόπῳ· ἐν ποταμοῖς καὶ ἐν θαλάσσαις ἔσομαι ὑμῶν καλὸς κυβερνήτης. νῦν οὖν Φίλιππε μὴ ἐκκακήσῃς ἀγαθοποιεῖν ἐν τῷ ποιοῦντί σε κακόν, καὶ ἡ χάρις τοῦ πνεύματός μου κατευθυνεῖ σου τὰς τρίβους ἐν παντὶ τόπῳ καὶ πόλει καὶ χώρᾳ. </p></div><div type="textpart" subtype="section" xml:base="urn:cts:greekLit:tlg2948.tlg001.1st1K-grc1" n="96"><p><label>(3)</label> Ταῦτα ἀκούσας ὁ Φίλιππος καὶ Βαρθολομαῖος καὶ Μαριάμνη, ἀσπασάμενοι τὴν δεξιὰν τοῦ σωτῆρος, ἐπορεύοντο εἰς τὴν χώραν τῶν Ὀφιανῶν. ὡς δὲ ἀνέβησαν εἰς τὴν ἔρημον τῶν δρακαινῶν, ὡς ἧσαν ἐκεῖ βαδίζοντες, ἰδοὺ μέγας λεόπαρδος ἐξῆλθεν ἀπὸ τῶν δρυμῶν τῶν ἐν τῷ ὄρει· καὶ ἰδὼν τοὺς ἀποστόλους κυρίου δραμὼν ἔρριψεν ἑαυτὸν ἐπὶ τοὺς πόδας αὐτῶν, καὶ φωνῇ ἀνθρωπίνῃ ἐλάλησε πρὸς αὐτούς· Προσκυνῶ ὑμᾶς ὦ δοῦλοι τοῦ θείου μεγέθους καὶ ἀπόστολοι τοῦ μονογενοῦς υἱοῦ τοῦ θεοῦ, προστάξατέ μοι τελείως λαλεῖν. </p></div><div type="textpart" subtype="section" xml:base="urn:cts:greekLit:tlg2948.tlg001.1st1K-grc1" n="97"><p><label>(4)</label> Καὶ ὁ Φίλιππος· Ἐν τῷ ὀνόματι Ἰησοῦ Χριστοῦ, λάλει. Καὶ ὁ λεόπαρδος ἀναλαβὼν τελείαν ἀνθρωπίνην φωνὴν ἤρξατο λέγειν· Ἄκουέ μου Φίλιππε νυμφαγωγὲ τοῦ θείου <pb facs="actaphilippietac00bonnuoft_0086"/> λόγου· ἐγένετο ἐν τῇ πρώτῃ νυκτί, παρῆλθον δία τῆς ἀγέλης τῶν αἰγῶν τῶν ἐξ ἐναντίας τοῦ ὄρους τῆς δρακαίνης μητρὸς τῶν ὄφεων, καὶ ἥρπασα ἔριφον· ὡς δὲ εἰσῆλθον εἰς τὸν δρυμὸν φαγεῖν αὐτόν, μετὰ τὸ πλῆξαί με αὐτόν, ἔλαβεν φωνὴν ἀνθρωπίνην καὶ ἔκλαυσεν ὡς παιδίον μικρόν, λέγων μοι· Ὦ λεόπαρδε ἆρον ἀπὸ σοῦ τὴν ἀγρίαν καρδίαν καὶ τὸ θηριῶδες τῆς γνώμης, καὶ περιποίησον αὑτῷ ἡμερότητα· ὅτι οἱ ἀπόστολοι τοῦ θείου μεγέθους παρέρχεσθαι μέλλουσι διὰ τῆς ἐρήμου ταύτης, τελέσαι τελείως τὴν ἐπαγγελίαν τῆς δόξης τοῦ μονογενοῦς υἱοῦ τοῦ θεοῦ. Ἐν τούτοις οὗν τοῖς λόγοις τοῦ ἐρίφου νουθετοῦντός με ἠπόρουν ἐν ἑαυτῷ, καὶ κατὰ μικρὸν ἠλλάγη μου ἡ καρδία, καὶ ἡ ἀγριότης μου ἐστράφη εἰς ἡμερότητα, καὶ ἐφεισάμην τοῦ φαγεῖν αὐτόν. καὶ ὡς ἤμην ἀκροώμενος τῶν λόγων αὐτοῦ, ἐπάρας τοὺς ὀφθαλμούς μου εἶδον ὑμᾶς παρερχομένους, καὶ ἐπέγνων ὅτι δοῦλοί ἐστε τοῦ ἀγαθοῦ θεοῦ. ἰδὼν οὖν ἐγγίζοντας, ἐάσας τὸν ἔριφον, ἦλθον προσκυνῆσαι ὑμᾶς. νῦν οὖν παρακαλῶ σε ἀπόστολε Χριστοῦ Φίλιππε ἵνα δώσῃς μοι ἐξουσίαν κτήσασθαι παρρησίαν, καὶ συμπορευθῶ μετὰ σοῦ εἰς πάντα τόπον ὅπου ἐὰν ἀπέρχῃ, καὶ ἵνα ἀποθῶμαι τὴν θηριώδη φύσιν. </p></div></div></body></text></TEI>