(6) Ὡς δὲ ταῦτα ἤκουσαν οἱ ἀδελφοὶ ἐστέναξαν καὶ ἔκλαυσαν σφόδρα, ὅτι εἶπεν αὐτοῖς Πορεύομαι· Οὐ γὰρ ἤθελον αὐτὸν ἀπ᾽ αὐτῶν ἀπελθεῖν. λέγει αὐτοῖς ὁ Φίλιππος· Μὴ ὀδυνᾶσθε τῇ καρδίᾳ· ὥσπερ γὰρ ὁ κύριος ἡμῶν ᾠκονόμησεν ἐλθεῖν με πρὸς ὑμᾶς, οὕτως καὶ εἰς ἄλλας πόλεις ἀπέρχομαι, ἵνα πληρώσω τὸ θέλημα τοῦ Χριστοῦ· ὁ δὲ κύριος ἔσται μεθ᾽ ὑμῶν. (7) Καὶ ταῦτα εἰπὼν ηὔξατο μετ᾽ αὐτῶν, καὶ ἠσπάσατο πάντας, καὶ ἐξῆλθεν ἀπ᾽ αὐτῶν, καὶ οἱ μαθηταὶ αὐτοῦ μετ᾽ αὐτοῦ, καὶ πολὺ πλῆθος, ὡς γεμίσαι καμήλους ἄρτους καὶ διάφορα βρώματα· καὶ ἐπὶ σταδίοις εἴκοσι ἦσαν ἀκολουθοῦντες. καὶ λέγει αὐτοῖς· Ἵνα τί σκύλλεσθε; Οἳ δὲ εἶπον· Ἕως οὗ ἴδωμεν τὸ πλοῖον ἐν ᾧ ἐπιβῆναι μέλλεις ἀκολουθήσομέν σοι. Καὶ λέγει αὐτοῖς· Μακρόθεν ἐστίν. Ἔλαβεν δὲ μόνον ἄρτους ε´ , ἐπονομάσας τὸν Ἰησοῦν, καὶ προσέταξεν αὐτοὺς ἐπανακάμψαι εἰς τὴν πόλιν αὐτῶν μετὰ τῶν καμήλων καὶ τῆς πολλῆς αὐτῶν ἑτοιμασίας. καί φησι· Πορεύεσθε ἐν εἰρήνῃ, καὶ προσεύχεσθε περὶ ἐμοῦ πρὸς τὸν Χριστόν, ἵνα κατευθύνῃ τὴν ὁδόν μου ἐνώπιον αὐτοῦ ἐν εἰρήνῃ· καὶ ἡ δόξα τοῦ πατρὸς καὶ τοῦ υἱοῦ καὶ τοῦ ἁγίου πνεύματος ἔσται μεθ᾽ ὑμῶν εἰς αἰῶνας. Καὶ πεσόντες πάντες ἐπὶ πρόσωπον προσεκύνησαν τρίτον τῷ ἀποστόλῳ· ὁρμήσαντος δὲ τοῦ ἀποστόλου τὴν ἑαυτοῦ ὁδὸν ἔπεσον πάλιν ἅπαντες ἐπὶ πρόσωπον αὐτῶν ἐπὶ τὴν γῆν, ἕως οὗ ἀπέδυ ἀπὸ τῶν ὀφθαλμῶν αὐτῶν· κείμενοι δὲ ἐπὶ τοῦ ἐδάφους ἐβόων· Εὐλόγησον ἡμᾶς διδάσκαλε καὶ ὁδηγὲ τῶν ψυχῶν ἡμῶν. Καὶ ὅτε ἀπεδήμησεν ὥστε μὴ ὁρᾶσθαι αὐτὸν ὑπὸ τῶν ὀφθαλμῶν αὐτῶν, ἀναστάντες ἐπορεύοντο εἰς τὰ οἰκεῖα κλαίοντες καὶ ὑπομιμνησκόμενοι τῆς καλλίστης καὶ γλυκείας διδαχῆς τοῦ ἀποστόλου Χριστοῦ Φιλίππου, καὶ τὸν κύριον ἡμῶν Ἰησοῦν Χριστὸν δοξάζοντες. Πρᾶξις η´ , ὅπου ὁ ἔριφος καὶ ὁ λεόπαρδος ἐν τῇ ἐρήμῳ ἐπίστευσαν. (1) Ἐγένετο δὲ ὅτε ὁ σωτὴρ ἐμέρισεν τους ἀποστόλους κατὰ πόλιν καὶ χώραν, καὶ ἐπορεύθη εἷς ἕκαστος κατὰ τὴν πρόσταξιν ἣν διετάξατο αὐτῷ ὁ κύριος, καθὼς καὶ τὸν κλῆρον διένειμεν αὐτοῖς, ἔλαχεν ἀπελθεῖν καὶ τὸν Φίλιππον εἰς τὴν γῆν τῶν Ἑλλήνων. ἀκούσας δὲ ὁ Φίλιππος τὸ ὄνομα τῆς χώρας καὶ τῆς πόλεως τῆς κεκληρωμένης αὐτῷ, σκληρὸν αὐτῷ ἐφάνη, καὶ ἔκλαιεν. ἡ δὲ Μαριάμνη ἡ τούτου ἀδελφή—αὕτη γάρ ἐστιν ἡ ἑτοιμάζουσα τὸν ἄρτον καὶ τὸ ἅλας ἐν τῇ κλάσει τοῦ ἄρτου, ἡ δὲ Μάρθα ἐστὶν ἡ διακονοῦσα τοῖς πλήθεσι καὶ κοπιῶσα σφόδρα—ἰδοῦσα τὸν ἴδιον ἀδελφὸν βαρέως φέροντα τὸν λαχόντα αὐτῷ κλῆρον, καὶ ὅτι σφοδρῶς ἔκλαιε περὶ τούτου, προσῆλθεν τῷ Ἰησοῦ λέγουσα· Κύριέ μου Ἰησοῦ Χριστέ, οὐχ ὁρᾷς τὸν ἀδελφόν μου Φίλιππον ὅσον λελύπηται διὰ τὴν χώραν τῶν Ἐλλήνων;