(4) Λέγουσιν οἱ φιλόσοφοι· Τίς ἐστιν ὃν λέγεις κύριός σου; Λέγει ὁ Φίλιππος ὅτι Ὁ κύριός μού ἐστιν Ἰησοῦς ὁ ἐν οὐρανοῖς. Οἳ δὲ εἶπον αὐτῷ· Δεῖξον ἡμῖν αὐτὸν ἐν συνέσει χωρὶς φθόνου, ἵνα καὶ ἡμεῖς πιστεύσωμεν. Ὁ δὲ Φίλιππος εἶπεν ὅτι Ὃν μέλλω γνωρίζειν ὑμῖν κύριον ὑπεράνω ἐστὶν παντὸς ὀνόματος ὅπερ οὐκ ἔστιν ἄλλο. τοῦτο δὲ μόνον λέγω ὅτι καθὼς εἰρήκατέ μοι Μὴ φθονήσῃς ἡμῖν, μὴ γένοιτό μοι φθονῆσαι ὑμῖν· ἀλλὰ μᾶλλον ἐν μεγάλῃ ἀγαλλιάσει καὶ ἐν μεγάλῃ χαρᾷ ἀποκαλύψαι ὑμῖν ἔχω τὸ ὄνομα ἐκεῖνο· ἄλλο γὰρ ἔργον οὐκ ἔχω ἐν τούτῳ τῷ κόσμῳ εἰ μὴ τὸ τοιοῦτον κήρυγμα. ὅτε γὰρ ἦλθεν ὁ κύριός μου εἰς τοῦτον τὸν κόσμον, ἐξελέξατο ἡμᾶς ὄντας τὸν ἀριθμὸν δώδεκα, πληρώσας ἡμᾶς πνεύματος ἁγίου ἀπὸ τοῦ φωτὸς αὐτοῦ ἐποίησεν ἡμᾶς γνωρίζειν αὐτὸν τίς ἐστιν, καὶ ἐνετείλατο ἡμῖν εὐαγγελίζεσθαι πᾶσι τὴν παρ᾽ αὐτοῦ σωτηρίαν, ὅτι οὐκ ἔστιν ἕτερον ὄνομα ὀνομασθὲν ἐξ οὐρανοῦ εἰ μὴ τοῦτο. διὰ τοῦτο ἦλθον ἐγὼ πρὸς ὑμᾶς πληροφορῆσαι ὑμᾶς οὐκ ἐν λόγῳ μόνον ἀλλὰ καὶ ἐν ἀποδείξει θαυμασίων ἔργων ἐν τῷ ὀνόματι τοῦ κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ.