(23) καὶ τῇ ἕωθεν ἤρξατο ὁ Φίλιππος κατηχεῖν καὶ βαπτίζειν εἰς τὸ ὄνομα τῆς ἁγίας καὶ ὁμοουσίου τριάδος, καὶ λαβὼν τὸν Ἴρεον καὶ τοὺς πρώτους τῆς πόλεως περιῄει καταλύων τὰ ἱερὰ τῶν εἰδώλων καὶ ἀνοικοδομῶν ἐκκλησίας ἱεράς, χειροτονῶν πρεσβυτέρους καὶ κληρικούς, καὶ κανόνας ἐκθέμενος αὐτοὺς καὶ τύπους εἰς δόξαν Χριστοῦ, ἐμεγαλύνοντο καὶ ἐκρατύνοντο τῇ πίστει. Πρᾶξις ζ´ περὶ Νερκέλλας Ἰρέου εἰς Νικάτηραν. (1) Νερκέλλα δὲ ἡ τοῦ Ἰρέου γυνὴ καὶ ἡ θυγάτηρ αὐτῆς 'Aρτεμήλα ἐχάρησαν ἐπὶ τῷ Φιλίππῳ, καὶ παρεκάλουν αὐτὸν εὐλογῆσαι αὐτάς. καὶ λέγει ὁ Φίλιππος· Ἰδοὺ τὸ αἴτημα ὑμῶν δίδωσιν ὑμῖν Ἰησοῦς Χριστός, καὶ εὐλογία ἐν ταῖς ψυχαῖς ὑμῶν. (2) Ὁ δὲ Ἴρεος εἶπεν τῷ Φιλίππῳ· Ποῦ θέλεις οἰκοδομήσωμεν συναγωγὴν καὶ ἐπισκοπεῖον ἐπὶ τῷ ὀνόματι τοῦ Χριστοῦ; Ὁ δὲ ἀπόστολός φησι· Ἐν ᾧ αὐτὸς οἶδας τέκνον· μόνον ἐκ τῶν σῶν ὑπαρχόντων καὶ μὴ ἐξ ἀδικίας. Λέγει ὁ Νηρεὺς ὁ τοῦ ἐγηγερμένου πατήρ· Καταξιώσατε ἐμὲ μᾶλλον οἰκοδομῆσαι. Καὶ ἦν χαρὰ μεγάλη, καὶ οὐκ ἡδύνατο χωρεῖν ἡ οἰκία τοὺς εἰσερχομένους ὄχλους. καὶ ἐξελθὼν ὁ Ἴρεος καὶ Νηρεὺς ἐκ τῆς οἰκίας συνεβουλεύσαντο μετ᾽ ἀλλήλων περὶ τῆς οἰκοδομῆς, καὶ λέγουσι· Βάλωμεν κλήρους περὶ τοῦ τόπου ἐν ᾧ οἰκοδομήσωμεν, εἴτε ἐν τῷ σῷ τόπῳ, εἴτε ἐν τῷ ἐμῷ. Ὁ δὲ Ἴρεος ἔφη· Ἀγαθώτατε Νηρεῦ, εἰ θέλεις ἐν τῷ σῷ τόπῳ γενέσθαι τὴν οἰκοδομήν, οὐ λυπῶ σε· μόνον τὸ θέλημα τοῦ θεοῦ γινέσθω. Καὶ χρηματισθέντες καθ᾽ ὃν ἔδει τρόπον οἰκοδομῆσαι, ἀνάλωσαν πολὺ χρυσίον οἱ δύο, καὶ τὸ πλῆθος τῶν ἀδελφῶν ἔχαιρεν ἐν τῇ σπουδῇ τῆς οἰκοδομῆς. (3) Μόνοι δὲ οἱ Ἰουδαῖοι ἦσαν ζηλοῦντες, ἔλεγον δὲ εἰς ἑαυτοὺς ὅτι Οὐδεμίαν πρόφασιν ἔχομεν τοῦ κωλῦσαι αὐτοὺς διὰ τὰ θαυμάσια τοῦ Φιλίππου· ἀλλ᾽ ἀποστῶμεν, μή τι κακὸν πάθωμεν ὑπ᾽ αὐτοῦ, ὡς καὶ ὁ Ἀρίσταρχος ἐπλήγη, καὶ δεηθέντων ἡμῶν ἰάσατο αὐτόν. ἀναχωρήσωμεν οὖν ἀπ᾽ αὐτῶν· δόξα γὰρ θεοῦ ἐστιν ἀληθῶς ἐπ᾽ αὐτούς. (4) Μετὰ δὲ ταῦτα εἰσῆλθεν ὁ Φίλιππος εἰς τὴν οἰκοδομὴν καὶ ἠγαλλιάσατο · ἄπαντες δὲ οἱ πιστεύσαντες ἀπήρχοντο πρὸς αὐτὸν εἰς τὴν συναγωγήν, καὶ ἐδιδάσκοντο ὑπ᾽ αὐτοῦ. ἔλεγεν δὲ αὐτοῖς· Ἀδελφοί μου, θέλω ἵνα ἡ εὐωδία ὑμῶν τῆς πίστεως γένηται ἐν παντὶ τόπῳ κατάδηλος· ἐξάρατε οὖν ἀφ᾽ ὑμῶν πᾶσαν κακίαν καὶ πᾶσαν πονηρίαν καὶ ἀδικίαν καὶ ζῆλον καὶ ἔριν καὶ φθόνον καὶ φιλονεικίαν, ἵνα εὑρεθῆτε πραεῖς ἐν τῇ πίστει, καὶ ἐν τοῖς ἀγαθοῖς ἔργοις δόκιμοι. γινώσκω γὰρ ὅτι οὐ μὴ ἐκπέσητε τῆς ἐλπίδος τοῦ Χριστοῦ; καὶ οὐκ ἐγκαταλείψει ὑμᾶς εἰς τοὺς αἰῶνας· αὐτὸς γὰρ κατευθυνεῖ τὰς ὁδοὺς ὑμῶν ἐνώπιον αὐτοῦ.