<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text><body><div type="edition" n="urn:cts:greekLit:tlg2948.tlg001.1st1K-grc1" xml:lang="grc"><div type="textpart" subtype="section" xml:base="urn:cts:greekLit:tlg2948.tlg001.1st1K-grc1" n="83"><p><label>(20)</label> Νηρεὺς δὲ ὁ τοῦ τεθνηκότος πατὴρ εἶπεν· Ἀναστήτω μόνον ὁ υἱός μου, κἀγὼ κατὰ Ἰουδαίων ἀγωνίζομαι. Λέγει ὁ Φίλιππος· Ἐὰν μὴ ὁμολογήσῃς τοῦ μὴ ἀδικῆσαι Ἰουδαίους, οὐκ ἀναστήσεται ὁ υἱός σου. Ὁ δὲ πατὴρ τοῦ παιδὸς εἶπεν· Ποιῶ τὸ θέλημά σου. Ἐθαύμαζον δὲ πάντες οἱ ὄχλοι καὶ οἱ ἄρχοντες λογιζόμενοι τί ἄρα ποιήσει ὁ Φίλιππος, εἰ ἄρα δυνήσηται ἀναστῆσαι τὸν νεκρόν. </p></div><div type="textpart" subtype="section" xml:base="urn:cts:greekLit:tlg2948.tlg001.1st1K-grc1" n="84"><p><label>(21)</label> Μὴ μελλήσας δὲ ὁ Φίλιππος, ἀναβλέψας εἰς τὸν οὐρανὸν καὶ προσελθὼν τῇ κλίνῃ ἔθηκεν τὰς χεῖρας ἐπὶ τὸν παῖδα, καὶ ηὔξατο λέγων· Ὁ θεὸς καὶ πατὴρ τοῦ κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, ὁ ἀεὶ ἐπακούων μου τῆς δεήσεως, ἐλθέτω καὶ νῦν ἡ δέησίς μου ἐνώπιόν σου, καὶ χάρισαι ζωὴν τῷ σῷ δούλῳ Θεοφίλῳ διὰ τὸν παρεστῶτα ὄχλον. Καὶ εὐθέως εἰσῆλθεν ἡ πνοὴ εἰς τὸν παῖδα, καὶ ἀνέῳξε τοὺς ὀφθαλμοὺς αὐτοῦ καὶ προσέσχεν τῷ Φιλίππῳ. οἱ δὲ ὄχλοι θεασάμενοι τὸ γεγονὸς ἔθλιβον ἀλλήλους ἐγγίζειν τὴν κλίνην θέλοντες ἰδεῖν τὸ θαῦμα. προσέθετο δὲ ὁ Φίλιππος ἐκ δευτέρου λέγων· Νεανία, ἐν τῷ ὀνόματι Ἰησοῦ Χριστοῦ τοῦ σταυρωθέντος ἐπὶ Ποντίου Πιλάτου, ἔγειρε. Καὶ εὐθέως ὁ Θεόφιλος ἀνεπήδησε τῆς κλίνης καὶ ἔκραξεν· Εἷς θεὸς ὁ Φιλίππου, Ἰησοῦς Χριστός, ὃς ἔδωκέν μοι τὸ ζῆν. Ὡς δὲ οἱ ὄχλοι ἐθεάσαντο τὸν παῖδα ἑστῶτα, ὡς ἐν μιᾷ φωνῇ ἔκραξαν· Εἷς θεὸς ὁ Φιλίππου ὁ τοὺς νεκροὺς ἀνιστῶν. Διεκρίνοντο δὲ εἰς ἀλλήλους καὶ ἔλεγον· Ποῖον λοιπὸν θαῦμα μεῖζον ἔχομεν ἰδεῖν; </p></div><div type="textpart" subtype="section" xml:base="urn:cts:greekLit:tlg2948.tlg001.1st1K-grc1" n="85"><p><label>(22)</label> Ἀπὸ δὲ τοῦ θαύματος τούτου ἐκέλευσεν ὁ Φίλιππος τῷ πατρὶ τοῦ παιδὸς ἐνέγκαι τοὺς δούλους, οὓς εἶπεν ἐλευθεροῦν. ἐλθόντες δὲ ἐν τῷ τόπῳ ὅπου ἦν ὁ παῖς ἐγηγερμένος, ἀπιδὼν ὁ ἀπόστολος τοῦ Χριστοῦ εἰς αὐτοὺς εἶπεν· Οἱ δοῦλοι μέχρι σήμερον, νῦν δὲ ἐλεύθεροι διὰ Χριστόν, μὴ ἀμελήσητε τῆς ἑαυτῶν σωτηρίας. Ὁ δὲ πατὴρ τοῦ παιδὸς <pb facs="actaphilippietac00bonnuoft_0082"/> καὶ ἡ μήτηρ ἠγαλλιάσαντο ἐπ᾽ αὐτοῖς, καὶ ὅτι τελείως εἶδον τὸν υἱὸν αὐτῶν ἐγηγερμένον. Ἐπεὶ δὲ τούτῳ τῷ τρόπῳ ἐπίστευσαν ἅπαντες εἰς τὸν κύριον ἡμῶν Ἰησοῦν Χριστόν, </p></div></div></body></text></TEI>