(20) Νηρεὺς δὲ ὁ τοῦ τεθνηκότος πατὴρ εἶπεν· Ἀναστήτω μόνον ὁ υἱός μου, κἀγὼ κατὰ Ἰουδαίων ἀγωνίζομαι. Λέγει ὁ Φίλιππος· Ἐὰν μὴ ὁμολογήσῃς τοῦ μὴ ἀδικῆσαι Ἰουδαίους, οὐκ ἀναστήσεται ὁ υἱός σου. Ὁ δὲ πατὴρ τοῦ παιδὸς εἶπεν· Ποιῶ τὸ θέλημά σου. Ἐθαύμαζον δὲ πάντες οἱ ὄχλοι καὶ οἱ ἄρχοντες λογιζόμενοι τί ἄρα ποιήσει ὁ Φίλιππος, εἰ ἄρα δυνήσηται ἀναστῆσαι τὸν νεκρόν. (21) Μὴ μελλήσας δὲ ὁ Φίλιππος, ἀναβλέψας εἰς τὸν οὐρανὸν καὶ προσελθὼν τῇ κλίνῃ ἔθηκεν τὰς χεῖρας ἐπὶ τὸν παῖδα, καὶ ηὔξατο λέγων· Ὁ θεὸς καὶ πατὴρ τοῦ κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, ὁ ἀεὶ ἐπακούων μου τῆς δεήσεως, ἐλθέτω καὶ νῦν ἡ δέησίς μου ἐνώπιόν σου, καὶ χάρισαι ζωὴν τῷ σῷ δούλῳ Θεοφίλῳ διὰ τὸν παρεστῶτα ὄχλον. Καὶ εὐθέως εἰσῆλθεν ἡ πνοὴ εἰς τὸν παῖδα, καὶ ἀνέῳξε τοὺς ὀφθαλμοὺς αὐτοῦ καὶ προσέσχεν τῷ Φιλίππῳ. οἱ δὲ ὄχλοι θεασάμενοι τὸ γεγονὸς ἔθλιβον ἀλλήλους ἐγγίζειν τὴν κλίνην θέλοντες ἰδεῖν τὸ θαῦμα. προσέθετο δὲ ὁ Φίλιππος ἐκ δευτέρου λέγων· Νεανία, ἐν τῷ ὀνόματι Ἰησοῦ Χριστοῦ τοῦ σταυρωθέντος ἐπὶ Ποντίου Πιλάτου, ἔγειρε. Καὶ εὐθέως ὁ Θεόφιλος ἀνεπήδησε τῆς κλίνης καὶ ἔκραξεν· Εἷς θεὸς ὁ Φιλίππου, Ἰησοῦς Χριστός, ὃς ἔδωκέν μοι τὸ ζῆν. Ὡς δὲ οἱ ὄχλοι ἐθεάσαντο τὸν παῖδα ἑστῶτα, ὡς ἐν μιᾷ φωνῇ ἔκραξαν· Εἷς θεὸς ὁ Φιλίππου ὁ τοὺς νεκροὺς ἀνιστῶν. Διεκρίνοντο δὲ εἰς ἀλλήλους καὶ ἔλεγον· Ποῖον λοιπὸν θαῦμα μεῖζον ἔχομεν ἰδεῖν; (22) Ἀπὸ δὲ τοῦ θαύματος τούτου ἐκέλευσεν ὁ Φίλιππος τῷ πατρὶ τοῦ παιδὸς ἐνέγκαι τοὺς δούλους, οὓς εἶπεν ἐλευθεροῦν. ἐλθόντες δὲ ἐν τῷ τόπῳ ὅπου ἦν ὁ παῖς ἐγηγερμένος, ἀπιδὼν ὁ ἀπόστολος τοῦ Χριστοῦ εἰς αὐτοὺς εἶπεν· Οἱ δοῦλοι μέχρι σήμερον, νῦν δὲ ἐλεύθεροι διὰ Χριστόν, μὴ ἀμελήσητε τῆς ἑαυτῶν σωτηρίας. Ὁ δὲ πατὴρ τοῦ παιδὸς καὶ ἡ μήτηρ ἠγαλλιάσαντο ἐπ᾽ αὐτοῖς, καὶ ὅτι τελείως εἶδον τὸν υἱὸν αὐτῶν ἐγηγερμένον. Ἐπεὶ δὲ τούτῳ τῷ τρόπῳ ἐπίστευσαν ἅπαντες εἰς τὸν κύριον ἡμῶν Ἰησοῦν Χριστόν,