(17) Ὁ δὲ Ἴρεος ἦν ἐν ἀγαλλιάσει καρδίας ἐπὶ τοῖς ῥήμασι τοῦ Φιλίππου, ὁ δὲ Φίλιππος οὐ διελίμπανεν δοξάζων τὸν θεόν. ὡς δὲ οἱ ἄρχοντες τῆς πόλεως διέκρινον τὰ ῥήματα τοῦ τε ἀποστόλου καὶ τοῦ Ἰουδαίου, ἰδοὺ εἰσήχθη κλίνη ἐφ᾽ ᾗ ἐπέκειτό τις νεκρός,μονογενὴς υἱὸς τῷ πατρὶ καὶ τῇ μητρὶ ὑπάρχων, πλούσιος σφόδρα· ἦσαν δὲ καὶ τῇ κλίνῃ προσέγγιστα δοῦλοι δέκα, οἳ καὶ ἔμελλον συγκατακαίεσθαι τῷ νεκρῷ. οἱ δὲ ἄρχοντες τῆς πόλεως καὶ πᾶς ὁ ὄχλος καταμαθόντες ὅτι ἀληθῶς ἐστι νεκρὸς ἔκραξαν· Νῦν ὄντως μέγας ἐστὶν ἀγὼν τῶν χριστιανῶν· εἰ γάρ τίς ἐστιν ἐν αὐτῷ θεός, ἀναστήσει αὐτόν, καὶ πάντες πιστεύσομεν εἰς αὐτόν· ἀλλὰ καὶ αὐτοὺς τοὺς ναοὺς μετὰ τῶν εἰδώλων κατακαύσομεν. (18) Ὡς οὖν ταῦτα οὕτως διελογίζοντο, οἱ γονεῖς ἔκλαιον. σπλαγχνισθεὶς δὲ ὁ Φίλιππος εἶπεν τῷ πατρὶ τοῦ παιδὸς καὶ τῇ μητρί· Τί ποιήσητε ἐὰν τὸν υἱὸν ὑμῶν ἀναστήσω; Λέγουσιν αὐτῷ· Ὅπερ ἐὰν θέλῃς ποιήσομεν. Οἱ δὲ μέλλοντες κατακαίεσθαι δοῦλοι διένευον τῷ ἀποστόλῳ μνησθῆναι αὐτῶν· νόμος γάρ τις ἄνομος ἦν ἐν αὐτοῖς, ὅταν γάρ τις ἐκ τῶν πλουσίων ἐτελεύτα, σὺν αὐτῷ καὶ δούλους καὶ δουλίδας κατακαίεσθαι· καὶ ἄλλα τινὰ χείρονα ἔπραττον, οἱ πολλοὶ δὲ αὐτῶν καὶ τὰς ἰδίας γυναῖκας συνανῄρουν. (19) Εἶπεν οὖν ὁ Φίλιππος· Τοὺς δούλους τούτους δότε μοι. Οἱ δὲ γονεῖς εἶπον· Ἄλλους πλείους μετ᾽ αὐτῶν καὶ ἀργύριον καὶ χρυσίον καὶ ἱματισμὸν δώσομέν σοι, καὶ πρὸς τούτοις πιστεύσομεν καὶ τῷ θεῷ σου, ὅτι θεὸς μόνος, δυνατὸς ὢν καὶ νεκροὺς ἀνιστᾶν Προσέταξεν δὲ ὁ Φίλιππος τῷ ὄχλῳ ἀποστῆναι τῆς κλίνης, συνέθλιβον γὰρ ἀλλήλους· εἶπεν δὲ ὁ Φίλιππος πρὸς τὸν Ἀρίσταρχον· Ἄγε δὴ ὦ Ἰουδαῖε, ἰδοὺ ὅτι νεκρὸς κεῖται· εἰ οὖν τι δύνασαι, ἔγειρον αὐτόν. Καὶ ὑπὸ πάντων ἀναγκασθεὶς ὁ Ἀρίσταρχος μόλις προσῆλθεν τῷ νεκρῷ, καὶ ἥπτετο εἰς τὸ πρόσωπον αὐτοῦ, καὶ πολλὰ ἐνέπτυσεν αὐτόν, καὶ ἔσυρεν αὐτὸν ἀπὸ τῆς χειρός· καὶ οὐκ ἦν φωνὴ οὐδὲ ἀκρόασις τῷ νεκρῷ. καὶ ὡς οὐδὲν ἴσχυσεν, ἔκραξαν οἱ ὄχλοι· Ἄρατε τὸν Ἰουδαῖον ἐκ τοῦ μέσου. Καὶ ἀπέστη αἰσχυνόμενος. ὁ Ἴρεος θαρσοποιηθεὶς εἶπεν· Ὦ ἄνδρες Ἰουδαῖοι οἱ ἐναντιούμενοι τῷ θεῷ διὰ παντός, ἐτολμήσατε βλασφημῆσαι λέγοντες ὅτι Μάγος ἐστὶν ὁ Φίλιππος· Εἰ μὴ ἦν φιλάνθρωπος καὶ ἀγαθὸς ὁ ἐν αὐτῷ θεός, ἄρα ἂν ἐθανατώθητε σὺν αὐτῷ.