<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text><body><div type="edition" n="urn:cts:greekLit:tlg2948.tlg001.1st1K-grc1" xml:lang="grc"><div type="textpart" subtype="section" xml:base="urn:cts:greekLit:tlg2948.tlg001.1st1K-grc1" n="8"><p><label>(3)</label> Ἀποκριθεὶς δὲ ὁ Φίλιππος εἶπεν αὐτοῖς· Ὦ ἄνδρες φιλόσοφοι τῆς Ἑλλάδος, εἰ βούλεσθε καινοτέρου πράγματος ἀκοῦσαι καί ἐστε ποθοῦντές τι καινότερον, ὀφείλετε ἀπορρῖψαι ἀφ᾽ ἑαυτῶν τὸν νοῦν τοῦ παλαιοῦ ἀνθρώπου· ὡς εἶπεν ὁ κύριός μου ὅτι Οὐ δυνατόν ἐστιν βαλεῖν οἶνον νέον εἰς ἀσκοὺς παλαιούς, ἐπεὶ ῥήγνυται ὁ ἀσκὸς καὶ ἐκχύνεται ὁ οἶνος, καὶ ὁ ἀσκὸς ἀπολεῖται· ἀλλ᾽ οἶνον νέον βάλλουσιν εἰς ἀσκοὺς καινούς, ἵνα ἀμφότερα φυλαχθῶσιν. Ταῦτα δὲ εἶπεν ὁ κύριος ἐν παραβολαῖς, διδάσκων ἡμᾶς ἐν τῇ ἁγίᾳ αὐτοῦ σοφίᾳ ὅτι πολλοὶ ἀγαπήσουσιν τὸν νέον οἶνον μὴ ἔχοντες ἀσκὸν καινὸν καὶ νέον. ὑμᾶς μὲν ἀγαπῶ ὦ ἄνδρες τῆς Ἑλλάδος καὶ <pb facs="actaphilippietac00bonnuoft_0053"/> μακαρίζω ὑμᾶς εἰρηκότας ὅτι Ἀγαπῶμέν τι καινότερον. Καὶ γὰρ παιδείαν ὄντως νέαν καὶ καινὴν ἤνεγκεν ὁ κύριός μου εἰς τὸν κόσμον, ἵνα πᾶσαν ἐξαλείψῃ κοσμικὴν παίδευσιν. </p></div></div></body></text></TEI>