(3) Ἀποκριθεὶς δὲ ὁ Φίλιππος εἶπεν αὐτοῖς· Ὦ ἄνδρες φιλόσοφοι τῆς Ἑλλάδος, εἰ βούλεσθε καινοτέρου πράγματος ἀκοῦσαι καί ἐστε ποθοῦντές τι καινότερον, ὀφείλετε ἀπορρῖψαι ἀφ᾽ ἑαυτῶν τὸν νοῦν τοῦ παλαιοῦ ἀνθρώπου· ὡς εἶπεν ὁ κύριός μου ὅτι Οὐ δυνατόν ἐστιν βαλεῖν οἶνον νέον εἰς ἀσκοὺς παλαιούς, ἐπεὶ ῥήγνυται ὁ ἀσκὸς καὶ ἐκχύνεται ὁ οἶνος, καὶ ὁ ἀσκὸς ἀπολεῖται· ἀλλ᾽ οἶνον νέον βάλλουσιν εἰς ἀσκοὺς καινούς, ἵνα ἀμφότερα φυλαχθῶσιν. Ταῦτα δὲ εἶπεν ὁ κύριος ἐν παραβολαῖς, διδάσκων ἡμᾶς ἐν τῇ ἁγίᾳ αὐτοῦ σοφίᾳ ὅτι πολλοὶ ἀγαπήσουσιν τὸν νέον οἶνον μὴ ἔχοντες ἀσκὸν καινὸν καὶ νέον. ὑμᾶς μὲν ἀγαπῶ ὦ ἄνδρες τῆς Ἑλλάδος καὶ μακαρίζω ὑμᾶς εἰρηκότας ὅτι Ἀγαπῶμέν τι καινότερον. Καὶ γὰρ παιδείαν ὄντως νέαν καὶ καινὴν ἤνεγκεν ὁ κύριός μου εἰς τὸν κόσμον, ἵνα πᾶσαν ἐξαλείψῃ κοσμικὴν παίδευσιν.