<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text><body><div type="edition" n="urn:cts:greekLit:tlg2948.tlg001.1st1K-grc1" xml:lang="grc"><div type="textpart" subtype="section" xml:base="urn:cts:greekLit:tlg2948.tlg001.1st1K-grc1" n="77"><p><label>(14)</label> Ὁ δὲ Φίλιππος μειδιάσας εἶπεν πρὸς τὸν Ἁρίσταρχον· Εἰ θέλεις, εἰπὲ πρῶτος. Τότε ὁ Ἀρίσταρχος λέγει τῷ Φιλίππῳ· Λαμβάνεις τὰς προφητικὰς γραφὰς ἢ οὒ; Καὶ ὁ Φίλιππος· Διὰ τὴν ἀπιστίαν ὑμῶν χρεία προφητῶν. Καί φησιν ὁ Ἰουδαῖος· Ἀγνοεῖς Φίλιππε ὅτι γέγραπται· Τίς ἐξηγήσεται τὰς ἀρετάς σου ὁ θεός; Καὶ ὅτι Οὐδείς ποτε δύναται γνῶναι τὴν δόξαν σου; Καὶ ὅτι Ἡ δόξα σου ἐπλήρωσε τὴν γῆν; Καὶ ὅτι Κύριος κριτὴς ζώντων καὶ νεκρῶν; Καὶ ὅτι Ὁ θεός φησι πῦρ καταναλίσκον καὶ φλογιεῖ κύκλῳ τοὺς ἐχθροὺς αὐτοῦ; Καὶ ὅτι Εἷς θεὸς ἐποίησε ταῦτα πάντας; Πῶς οὖν λέγεις Φίλιππε ὅτι ἀφθάρτως ἐγέννησεν ἡ Μαρία τὸν Ἰησοῦν, καὶ ἔστι θεός; καὶ πῶς ἐσταυρώθη, καὶ πῶς ἀγωνίζῃ σὺ περὶ αὐτοῦ, εἰ θεός; ἀλλὰ πάντως ἐλέγξεις με ὅτι οὗτός ἐστι δύναμις θεοῦ καὶ θεοῦ σοφία, ὃς συμπαρῆν τῷ θεῷ ὅτε καὶ τὸν κόσμον ἐποίησε. τοῦτο γὰρ οὐκ ἀρνοῦμαι, ὡς εἶπεν ἡ πρώτη γραφή· Ποιήσωμεν ἄνθρωπον κατ᾽ εἰκόνα ἡμετέραν καὶ καθ᾽ ὁμοίωσιν· ἐὰν γὰρ αὐτὰ σιωπήσω, ἐλέγξεις με. </p></div><div type="textpart" subtype="section" xml:base="urn:cts:greekLit:tlg2948.tlg001.1st1K-grc1" n="78"><p><label>(15)</label> Ὁ δὲ Φίλιππος μειδιάσας ἐν ἀγαλλιάσει εἶπεν εἰς ὅλον τὸν ὄχλον· Ἀκούσατέ μου, καὶ γίνεσθε κριταὶ τῆς ἀληθείας· ὁ γὰρ προφήτης Ἡσαίας περὶ τοῦ Χριστοῦ λέγει· Ἰδοὺ ὁ παῖς μου ὃν ᾑρετισάμην, εἰς ὃν ηὐδόκησα· θήσω τὸ πνεῦμα ἐπ᾽ αὐτόν. Καὶ περὶ τοῦ σταυροῦ αὐτοῦ εἴρηται· Ὡς πρόβατον ἐπὶ σφαγὴν ἤχθη, καὶ ὡς ἀμνὸς ἄφωνος ἐναντίον τοῦ κείροντος αὐτόν. τὴν δὲ γενεὰν αὐτοῦ τίς διηγήσεται; Καὶ πάλιν· Τὸν νῶτόν μου ἡτοίμασα εἰς μάστιγας, τὰς δὲ σιαγόνας μου εἰς ῥαπίσματα, τὸ δὲ πρόσωπόν μου οὐκ ἀπέστρεψα ἀπὸ αἰσχύνης ἐμπτυσμάτων. Καὶ ἄλλος· Ἐξεπέτασα τὰς χεῖράς μου πρὸς λαὸν ἀπειθοῦντα, καὶ ἐμφανὴς ἐγενόμην τοῖς ἐμὲ μὴ ἐπιζητοῦσι, καὶ εὑρέθην τοῖς ἐμὲ μὴ ἐπερωτῶσι. <pb facs="actaphilippietac00bonnuoft_0079"/> Ὁ δὲ Δαυὶδ περὶ αὐτοῦ φησιν· Υἱός μου εἶ σύ, ἐγὼ σήμερον γεγέννηκά σε· αἴτησαι παρ᾽ ἐμοῦ, καὶ δώσω σοι ἔθνη τὴν κληρονομίαν σου. Καὶ περὶ τῆς ἀναστάσεως αὐτοῦ καὶ περὶ τοῦ Ἰούδα λέγει· Κύριε τί ἐπληθύνθησαν οἱ θλίβοντές με; πολλοὶ ἐπανίστανται ἐπ᾽ ἐμέ, πολλοὶ λέγουσι τῇ ψυχῇ μου· Οὐκ ἔστι σωτηρία αὐτοῦ ἐν τῷ θεῷ αὐτοῦ. Καὶ πάλιν ὁ Δαυίδ· Προωρώμην τὸν κύριον ἐνώπιόν μου διὰ παντός, ὅτι ἐκ δεξιῶν μού ἐστιν, ἵνα μὴ σαλευθῶ· διὰ τοῦτο εὐφράνθη ἡ καρδία μου καὶ οἱ νεφροί μου ἠλλοιώθησαν, ὅτι οὐκ ἐγκαταλείψεις τὴν ψυχήν μου εἰς ᾄδην, οὐδὲ δώσεις τὸν ὅσιόν σου ἰδεῖν διαφθοράν. Ὁ δὲ Δαυὶδ ἐτελεύτησε, καὶ τὸ μνῆμα αὐτοῦ οἴδαμεν· ταῦτα δὲ πάντα εἴρηται περὶ τοῦ Χριστοῦ καὶ τῆς ἐκ νεκρῶν αὐτοῦ ἀναστάσεως. λάβε καὶ ἐκ τῶν δώδεκα προφητῶν· Εἴπατε τῇ θυγατρὶ Σιών· Ἰδοὺ ὁ βασιλεύς σου ἔρχεταί σοι ἐπιβεβηκὼς ἐπὶ πῶλον νέον. Καὶ ἕτερος· Ἐξ Αἰγύπτου ἐκάλεσα τὸν υἱόν μου. Καὶ ὁ πᾶς χορὸς τῶν προφητῶν καὶ πάντες οἱ πατριάρχαι περὶ τῆς ἐλεύσεως τοῦ Χριστοῦ ἐκήρυξαν. </p></div><div type="textpart" subtype="section" xml:base="urn:cts:greekLit:tlg2948.tlg001.1st1K-grc1" n="79"><p><label>(16)</label> Καὶ ὁ Ἀρίσταρχος πάλιν εἶπεν· Οὗτος Ἰησοῦς Χριστὸς λέγεται. οἶδα γὰρ ὅτι Ἡσαίας χριστὸν εἴρηκεν· Τάδε λέγει κύριος τῷ χριστῷ μου κυρίῳ, καὶ οὐκ ἐκράτησα τῆς δεξιᾶς ἐπακοῦσαι· ἐπὶ σὲ ἔθνη ἐλπιοῦσιν. Οἱ δὲ Ἰουδαῖοι ἐμάχοντο τῷ Ἀριστάρχῳ Ὅτι φησὶν σὺ μᾶλλον ὑπέμνησας τὰ περὶ τοῦ Χριστοῦ γεγραμμένα. Καὶ πᾶς ὁ ὄχλος ἔλεγεν· πρὸς ταῦτα ἀντιφιλονεικῶμεν τῷ Φιλίππῳ; Καὶ οἱ τῆς πόλεως ἄρχοντες ἔλεγον· Πάντως ὁ θεὸς ἤγαγεν τὸν Φίλιππον εἰς τὴν πόλιν ἡμῶν, ἵνα δι᾽ αὐτοῦ μάθωμεν ὅτι οἱ θεοὶ ἡμῶν εἴδωλα κωφὰ καὶ τυφλὰ καὶ ἀναίσθητά εἰσιν. ἀλλὰ καὶ ὁ Ἰουδαῖος ὁ συζητήσας αὐτῷ μᾶλλον ἐφανέρωσεν τὴν ἀποκεκρυμμένην δόξαν ἐν τοῖς προφήταις περὶ τοῦ Χριστοῦ· διὸ δοκιμάσαντες τοὺς ἀμφοτέρων λόγους, καὶ ἰδόντες ὅτι διὰ πάντων ἀσφαλὼς ἐφανερώθη ὁ Χριστός, παρακαλέσωμεν τὸν <pb facs="actaphilippietac00bonnuoft_0080"/> Φίλιππον ἵνα ἐν τῇ πόλει ἡμῶν τὸν πάντα χρόνον οἰκήσῃ εἰς ἡμετέραν σωτηρίαν. </p></div></div></body></text></TEI>