(8) Θεασάμενος δὲ ὁ Ἴρεος τὴν ὀργὴν αὐτῶν ἀνέδραμεν ἐπὶ τοὺς ἀναβαθμοὺς τοῦ βουλευτηρίου, καὶ ἐβόησεν φωνῇ μεγάλῃ· Οὐ πλήξετε τὸν ἄνδρα ἄνευ αἰτίας· ταῦτα γὰρ ὁ Καῖσαρ ἀκούσει. Ὡς δὲ εἶδον οἱ ὄχλοι τὸν Ἴρεον οὕτως ἑστῶτα, ἠγανάκτησαν λέγοντες· Μὴ ἀκούσωμεν τοῦ Ἰρέου, ἀλλ᾽ ὅπερ τολμῶμεν ποιήσωμεν. Καὶ προσῆλθον τῷ Φιλίππῳ τοῦ μαστίζειν, ὁ δὲ Ἴρεος κατελθὼν ἀπέσπασεν ἀπ᾽ αὐτῶν τὸν Φίλιππον, καὶ κρατῶν αὐτὸν τῆς χειρὸς εἶπεν· Ἰδοὺ πάντες λέγετε ὅτι μάγος ἐστὶν οὗτος· ἐλέγξατε τὰς μαγείας αὐτοῦ. Εἶτα ἀνέκραξαν ὅτι Καινὸν καὶ ξένον ἄκουσμα ἤγαγεν ἡμῖν, Ἁγνοὶ λέγων μείνατε, καὶ ζήσεσθε, καὶ ἔσεσθε ὡς φωστῆρες ἐν οὐρανῷ· Καὶ τὸν ἐσταυρωμένον λέγει θεόν. (9) Ἀκούσας δὲ ταῦτα ὁ Φίλιππος εἶπεν· Οἶδα ὅτι ἐὰν θελήσω οὐ μαστίζετέ με· τῇ γὰρ δυνάμει τοῦ ἐσταυρωμένου πατάξω ὑμᾶς πάντας τυφλώσει. Εἷς οὖν ἐξ αὐτῶν ὀνόματι Ἀρίσταρχος, υἱὸς Πληγενοῦς, μέγας ὢν ἐν τοῖς Ἰουδαίοις, ἐνώπιον πάντων λέγει τῷ Φιλίππῳ· Μὴ σπεῦδε ἡμᾶς ὦ Φίλιππε τυφλῶσαι· οἶδα γὰρ ὅτι δύνασαι. ἀλλὰ συζητήσωμεν διὰ λόγων περὶ τοῦ Ἰησοῦ· πεῖθον ἡμῖν ὁ λόγος· καὶ μὴ τῇ μαγείᾳ σου θέλε ἡμᾶς ἐκτυφλοῖν. καὶ γαρ ἐγὼ μέγας εἰμὶ ἐν τοῖς Ἰουδαίοις, καὶ ἐὰν ἐπιτρέψω, ἄρτι λιθάσωσί σε καὶ τοὺς μετὰ σέ. (10) Καὶ ἤψατο τοῦ πώγωνος Φιλίππου ἕλκων αὐτόν· ὁ δὲ Φίλιππος οὐκ ἀλγήσας, ἀλλὰ διὰ τοὺς παρόντας πρᾴως ὀργισθείς, εἶπεν πρὸς αὐτόν· Ἰδοὺ λέγω σοι ὅτι ἡ χεὶρ αὕτη ξηρὰ καὶ τὰ ὦτά σου κωφὰ ἐν ἀλγήσει καὶ ὁ δεξιός σου ὀφθαλμὸς πηρός, ὅτι ἠπείλησας λιθοβολῆσαί με, καὶ ἐνύβρισας τὸν ἐσταυρωμένον, τὸν οὐρανοῦ καὶ γῆς ποιητήν. (11) Καὶ ἦν ἰδεῖν ἐξαίφνης παράδοξον θαῦμα εἰς αὐτόν· εὐθέως γὰρ ὁ μὲν ὀφθαλμὸς αὐτοῦ ἐκοιλάνθη ὡς οὐκ ὤν, τὰ δὲ ὦτα αὐτοῦ ἤλγουν οὐ μικρῶς, καὶ ἡ δεξιὰ αὐτοῦ χεὶρ ἐκρέματο ξηρὰ ὧδε κἀκεῖσε περιφερομένη· καὶ ἐβόα λέγων· Ἐλέησόν με δοῦλε τοῦ ἐσταυρωμένου θεοῦ Φίλιππε· διὰ τοῦτο γὰρ καὶ προεῖπον ὅτι εἴ τι θέλεις δύνασαι ποιῆσαι. Παρεκάλει δὲ καὶ τοὺς σὺν αὐτῷ Ἰουδαίους ὅπως ἀξιώσωσι τὸν Φίλιππον ἵνα σπλαγχνισθεὶς ἰάσηται αὐτόν. (12) Ἐπῆραν δὲ φωνὴν πάντες λέγοντες· Θεὸν ἔχεις ξένε ἰσχυρόν· θεράπευσον τὸν πρῶτον τοῦ ἔθνους ἡμῶν, ὅτι ἀληθῶς ἄνθρωποι ὄντες θεῷ μάχεσθαι οὐ δυνάμεθα.