(3) Ὡς δὲ εἶδον αὐτὸν οἱ καθεζόμενοι ἄρχοντες, ἀνέστησαν καὶ ἐξεπλάγησαν ὅτι οὐκ ἦν ἠμφιεσμένος ὡς πρώην, καὶ ὅτι οὔτε μετὰ ὀψικίου καὶ ὄχλου, ἀλλὰ δύο δοῦλοι μόνον ἠκολούθουν αὐτῷ. εἷς δέ τις ἐξ αὐτῶν Ὀνήσιμος πρῶτος εἶπεν μετὰ τὸ καθεσθῆναι αὐτούς· Οἶδα ὅτι οὐκ ἰσχύω λαλήσαί σοι, ἀλλά, παρακαλῶ, φθέγξαι ἡμῖν διὰ τί οὕτως ἀπησύχασας πανοικὶ μετὰ τοῦ ξένου καὶ μάγου τοῦ καλουμένου Φιλίππου; μή τι καινότερον ἀκούσας ἠπατήθης ὑπὸ τοῦ ξένου; νῦν οὖν παράδος ἡμῖν αὐτόν, ἵνα καὶ σὺ σωθῇς καὶ ἡ οἰκία σου, ὅτι πᾶσα ἡ πόλις κατὰ σοῦ στασιάζει. μὴ οὖν ἡμᾶς ἀπαξιώσῃ, ἀλλὰ ἀποκρίθητι ἡμῖν κἂν ἓν ῥῆμα, ὅτι καὶ οἱ ἄρχοντες καὶ πᾶσα ἡ πόλις σοῦ ἕνεκεν συνῆλθον. (4) Καὶ ὁ Ἴρεος ἀπεκρίθη· Ἵνα τί ἐγὼ σήμερον ὑφ᾽ ἡμῶν ἀνακρίνομαι ἕνεκεν τοῦ δικαίου ἀνδρός; ἀπόστητε ἀπ᾽ αὐτοῦ, καὶ τὴν ταραχὴν ὑμῶν παύσασθε, μή ποτε ἀγανακτήσας ὁ τοῦ θεοῦ ἄνθρωπος ἐπικαλέσηται τὸν ἴδιον θεόν, καὶ πάντας ὑμᾶς πυρὶ κατακαύσει. (5) Οἱ δὲ ἄρχοντες καὶ τὰ πλήθη ἔκραξαν· Οὐ πείθεις ἡμᾶς τὸν ξένον εἶναι ἐν τῇ πόλει ἡμῶν. οὔτε γὰρ ἀνεχόμεθα τῆς διδαχῆς αὐτοῦ· ἔχομεν γὰρ ἡμετέρους θεοὺς ἰσχυροὺς ὑπὲρ τοῦ θεοῦ αὐτοῦ. Οἱ δὲ Ἰουδαῖοι μεῖζον ἔκραζον· Ἄρατε τὴν ἄδικον ταύτην καὶ ξένην διδαχὴν τῆς πόλεως ἡμῶν. Ἰδὼν οὖν ὁ Ἴρεος ὅτι οὐ δύναται ἀνατρέψαι τὰ πλήθη, ἀνεχώρησεν εἰς τὴν οἰκίαν αὐτοῦ. καὶ ἐμβλέψας ὁ Φίλιππος τῷ Ἰρέῳ λέγει· Μή τι ἐφοβήθης περὶ τῶν στασιαζόντων; Καί φησιν ὁ Ἴρεος· Οὐκ ἐπιστραφήσομαι εἰς τὰ ὀπίσω, εἰ καὶ δέοι ἀποθανεῖν με. (6) Καὶ ὡς ἦν ἐν τῇ οἰκίᾳ τοῦ Ἰρέου ὁ Φίλιππος, λαβόντες ξύλα οἱ ὄχλοι καὶ οἱ ἄρχοντες τῆς πόλεως παρεγένοντο μετὰ θυμοῦ καὶ ἔκραξαν λέγοντες· Δὸς ἡμῖν τὸν πλάνον, ἐξάγαγε τὸν μάγον, μὴ καὶ σὺ καὶ ὁ οἶκός σου καὶ τὰ τέκνα καὶ οἱ παῖδες καὶ ὁ μάγος μετὰ τῶν αὐτοῦ μαθητῶν πυρίκαυστοι γενήσεσθε· πᾶσα ἡ πόλις βοᾷ. (7) Ὡς δὲ ἔγνω ὁ Φίλιππος ὅτι ταράσσειν μέλλουσι τὴν οἰκίαν ἕνεκεν αὐτοῦ, ἀνοίξας τὸν πυλῶνα ἐξῆλθεν ἅμα τοῖς σὺν αὐτῷ· συνεξῆλθεν δὲ καὶ ὁ Ἴρεος. καὶ πᾶς ὁ ὄχλος ἰδόντες τὸν Φίλιππον ἔκραξεν· Ἰδού, οὗτός ἐστιν ὁ μάγος ἀποκτείνωμεν αὐτόν. Προσέταξεν δὲ ὁ Ἴρεος ἱκανοὺς δούλους ἀκολουθεῖν τῷ Φιλίππω, ἵνα μὴ ἀδικήσωσιν αὐτὸν ἐν τῇ μωρίᾳ αὐτῶν. ἁρπάσαντες οὖν οἱ ὄχλοι τὸν Φίλιππον ἤγαγον εἰς τὸ βουλευτήριον, ἵνα μαστίξωσιν αὐτὸν· οἱ δὲ ὄχλοι ἔκραζον· Δήσατε τοῦ πλάνου τὰς χεῖρας καὶ τοὺς πόδας ἰσχυρῶς, καὶ οὕτως μαστίξατε.