Πρᾶξις β´ ὅτε εἰσῆλθεν εἰς τὴν Ἑλλάδα τῶν Ἀθηνῶν. (1) Ἐγένετο δὲ ὅτε εἰσῆλθεν Φίλιππος εἰς τὴν πόλιν τῶν Ἀθηνῶν τὴν καλουμένην Ἑλλάδα, συνήχθησαν παρ᾽ αὐτῷ τριακόσιοι φιλόσοφοι λέγοντες· Ἀπελθόντες ἴδωμεν τις ἡ σοφία αὐτοῦ. λέγουσιν γὰρ περὶ τῶν σοφῶν τῆς Ἀσίας ὅτι μεγάλη αὐτῶν ἐστιν ἡ σοφία. Ἔδοξαν γὰρ τὸν Φίλιππον εἶναι φιλόσοφον, ἐπειδὴ ἦν ὁδεύων σχήματι ἀποτακτικοῦ, καὶ οὐκ ἔγνωσαν ὅτι ἀπόστολός ἐστιν Χριστοῦ. τὸ γὰρ ἔνδυμα ὅπερ ἔδωκεν τοῖς ἀποστόλοις ὁ Ἰησοῦς ἐπενδύτης μόνον ἦν καὶ λέντιον· οὕτως οὖν ἦν περιοδεύων ὁ Φίλιππος. διὰ τοῦτο οὖν ὅτε ἐθεάσαντο αὐτὸν οἱ φιλόσοφοι τῆς Ἑλλάδος ἐφοβήθησαν· συνήχθησαν οὖν εἰς ἕνα τόπον καὶ ἐλάλησαν εἰς ἑαυτούς· Δεῦτε ἐπισκεψώμεθα τὰς βίβλους ἡμῶν, μή πως νικήσῃ ἡμᾶς ὁ ξένος οὗτος καὶ αἰσχύνῃ ἡμᾶς. (2) Καὶ οὕτως ποιήσαντες συνῆλθον ἐπὶ τὸ αὐτό· καὶ λέγουσι τῷ Φιλίππῳ ὅτι Ἡμεῖς ἔχομεν μαθήματα τῶν πατέρων ἡμῶν, ἐν οἷς ἀρκούμεθα φιλοσοφοῦντες· εἰ δέ τι καινότερον ἔχεις ὦ ξένε, ἐπίδειξον ἡμῖν ἀφθόνως μετὰ παρρησίας· οὐδενὸς γὰρ ἄλλου χρείαν ἔχομεν ἢ μόνον ἀκούειν τι καινότερον. (3) Ἀποκριθεὶς δὲ ὁ Φίλιππος εἶπεν αὐτοῖς· Ὦ ἄνδρες φιλόσοφοι τῆς Ἑλλάδος, εἰ βούλεσθε καινοτέρου πράγματος ἀκοῦσαι καί ἐστε ποθοῦντές τι καινότερον, ὀφείλετε ἀπορρῖψαι ἀφ᾽ ἑαυτῶν τὸν νοῦν τοῦ παλαιοῦ ἀνθρώπου· ὡς εἶπεν ὁ κύριός μου ὅτι Οὐ δυνατόν ἐστιν βαλεῖν οἶνον νέον εἰς ἀσκοὺς παλαιούς, ἐπεὶ ῥήγνυται ὁ ἀσκὸς καὶ ἐκχύνεται ὁ οἶνος, καὶ ὁ ἀσκὸς ἀπολεῖται· ἀλλ᾽ οἶνον νέον βάλλουσιν εἰς ἀσκοὺς καινούς, ἵνα ἀμφότερα φυλαχθῶσιν. Ταῦτα δὲ εἶπεν ὁ κύριος ἐν παραβολαῖς, διδάσκων ἡμᾶς ἐν τῇ ἁγίᾳ αὐτοῦ σοφίᾳ ὅτι πολλοὶ ἀγαπήσουσιν τὸν νέον οἶνον μὴ ἔχοντες ἀσκὸν καινὸν καὶ νέον. ὑμᾶς μὲν ἀγαπῶ ὦ ἄνδρες τῆς Ἑλλάδος καὶ μακαρίζω ὑμᾶς εἰρηκότας ὅτι Ἀγαπῶμέν τι καινότερον. Καὶ γὰρ παιδείαν ὄντως νέαν καὶ καινὴν ἤνεγκεν ὁ κύριός μου εἰς τὸν κόσμον, ἵνα πᾶσαν ἐξαλείψῃ κοσμικὴν παίδευσιν. (4) Λέγουσιν οἱ φιλόσοφοι· Τίς ἐστιν ὃν λέγεις κύριός σου; Λέγει ὁ Φίλιππος ὅτι Ὁ κύριός μού ἐστιν Ἰησοῦς ὁ ἐν οὐρανοῖς. Οἳ δὲ εἶπον αὐτῷ· Δεῖξον ἡμῖν αὐτὸν ἐν συνέσει χωρὶς φθόνου, ἵνα καὶ ἡμεῖς πιστεύσωμεν. Ὁ δὲ Φίλιππος εἶπεν ὅτι Ὃν μέλλω γνωρίζειν ὑμῖν κύριον ὑπεράνω ἐστὶν παντὸς ὀνόματος ὅπερ οὐκ ἔστιν ἄλλο. τοῦτο δὲ μόνον λέγω ὅτι καθὼς εἰρήκατέ μοι Μὴ φθονήσῃς ἡμῖν, μὴ γένοιτό μοι φθονῆσαι ὑμῖν· ἀλλὰ μᾶλλον ἐν μεγάλῃ ἀγαλλιάσει καὶ ἐν μεγάλῃ χαρᾷ ἀποκαλύψαι ὑμῖν ἔχω τὸ ὄνομα ἐκεῖνο· ἄλλο γὰρ ἔργον οὐκ ἔχω ἐν τούτῳ τῷ κόσμῳ εἰ μὴ τὸ τοιοῦτον κήρυγμα. ὅτε γὰρ ἦλθεν ὁ κύριός μου εἰς τοῦτον τὸν κόσμον, ἐξελέξατο ἡμᾶς ὄντας τὸν ἀριθμὸν δώδεκα, πληρώσας ἡμᾶς πνεύματος ἁγίου ἀπὸ τοῦ φωτὸς αὐτοῦ ἐποίησεν ἡμᾶς γνωρίζειν αὐτὸν τίς ἐστιν, καὶ ἐνετείλατο ἡμῖν εὐαγγελίζεσθαι πᾶσι τὴν παρ᾽ αὐτοῦ σωτηρίαν, ὅτι οὐκ ἔστιν ἕτερον ὄνομα ὀνομασθὲν ἐξ οὐρανοῦ εἰ μὴ τοῦτο. διὰ τοῦτο ἦλθον ἐγὼ πρὸς ὑμᾶς πληροφορῆσαι ὑμᾶς οὐκ ἐν λόγῳ μόνον ἀλλὰ καὶ ἐν ἀποδείξει θαυμασίων ἔργων ἐν τῷ ὀνόματι τοῦ κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ. (5) Ταῦτα δὲ ὅτε ηκουσαν οἱ φιλόσοφοι, λέγουσιν τῷ Φιλίππῳ ὅτι Τοῦτο τὸ ὄνομα τὸ ἀκουσθὲν ἐν ἡμῖν νῦν παρὰ σοῦ οὐδέποτε εὕραμεν ἐν ταῖς βίβλοις τῶν πατέρων ἡμῶν· νῦν οὖν πῶς δυνάμεθα γνῶναι περὶ τῶν ῥημάτων σου; Ἔτι δὲ προσθέντες λέγουσιν αὐτῷ ὅτι Ἔασον ἡμᾶς τρεῖς ἡμέρας, ἵνα συμβουλευσώμεθα μετ᾽ ἀλλήλων περὶ τοῦ ὀνόματος τούτου. οὐ γὰρ μικρῶς εἰς τοῦτο κεκινήμεθα ἀποστῆναι ἀπὸ τῆς πατρικῆς ἡμῶν δεισιδαιμονίας. Λέγει οὖν αὐτοῖς ὁ Φίλιππος· Βουλεύσασθε ὡς θέλετε· οὐ γὰρ δόλιον πρᾶγμά ἐστιν.