<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text><body><div type="edition" n="urn:cts:greekLit:tlg2948.tlg001.1st1K-grc1" xml:lang="grc"><div type="textpart" subtype="section" xml:base="urn:cts:greekLit:tlg2948.tlg001.1st1K-grc1" n="59"><p><label>(15)</label> Καὶ ὡς ταῦτα ἔλεγον, Ἀρτεμήλα ἡ θυγάτηρ αὐτῶν ἀκούσασα ταῦτα εἶπεν· Ὦ μῆτερ, τί ταῦτα λέγεις; εἰ <pb facs="actaphilippietac00bonnuoft_0073"/> γάρ τίς ἐστι ζωὴ εἰς ἣν εἰσελεύσῃ σὺ καὶ ὁ πατήρ μου, δῆλον ὅτι κἀγὼ αὐτης βούλομαι μετασχεῖν. Ἦν δὲ ἡ Ἀρτεμήλα σφόδρα ὡραία. Καὶ λέγει αὐτῇ ἡ μήτηρ αὐτῆς Νερκέλα· Ἀνάστα ὦ θύγατερ καὶ ἔκδυσαι τοῦτο τὸ πολύχρυσον ἔνδυμα ὃ φορεῖς. Ἣ δὲ εἶπεν· Τὸ  θέλημα τοῦ θεοῦ τοῦ ξένου ἔσται ἐν παντί. Λέγει πάλιν ὁ Ἴρεος τῇ γυναικὶ αὐτοῦ Νερκέλᾳ· Ἐξέλθωμεν πρὸς αὐτόν· ἐὰν γὰρ ἴδῃς αὐτόν, πᾶσα ἡ οἰκία ἡμῶν πιστεύει εἰς αὐτόν.</p></div><div type="textpart" subtype="section" xml:base="urn:cts:greekLit:tlg2948.tlg001.1st1K-grc1" n="60"><p><label>(16)</label> Καὶ εὐθὺς ἀνέστη, καὶ ἐξεδύσατο τὰ ἱμάτια τὰ διάχρυσα, καὶ ἐνεδύσατο ἔνδυμα ταπεινὸν αὐτή τε καὶ ἡ θυγάτηρ αὐτῆς, καὶ ἐξῆλθον ἐκ τοῦ κοιτῶνος. ὁ δὲ Ἴρεος προεπορεύετο ἀγαλλιῶν· ἦν δὲ ἡ καταστολὴ αὐτῶν εὐπρεπὴς καὶ οὐδὲν ἦν ἀκατακάλυπτον τοῦ σώματος αὐτῶν, εἰ μὴ τάχα μόνον οἱ ὀφθαλμοί. καὶ λέγει ὁ Ἴρεος· Δεῦτε, μὴ διστάσητε. Ὡς οὖν ἦλθον πρὸς τὸν ἀπόστολον τοῦ Χριστοῦ Φίλιππον, καὶ εἶδον αὐτὸν ὡς μέγα τι φῶς, καὶ τοὺς μαθητὰς κύκλῳ αὐτοῦ, οὐκ ἴσχυσαν ἐγγίσαι αὐτῳ· καὶ ὁ Ἴρεος δὲ ἐφοβήθη τὸν Φίλιππον, πῶς οὕτως μετεμόρφωσεν ἑαυτόν. καὶ πεσόντες ἐπί πρόσωπον ἔκλαιον λέγοντες· Ἵλεως ἡμῖν γενοῦ. Καὶ ἐσαλεύθη πᾶσα ἡ οἰκἰα διὰ τὸν φόβον τὸν ἐπελθόντα ἐπ᾽αὐτούς. </p></div><div type="textpart" subtype="section" xml:base="urn:cts:greekLit:tlg2948.tlg001.1st1K-grc1" n="61"><p><label>(17)</label> Ὅτε δὲ ἔγνω ὁ Φίλιππος ὅτι οὐ δύνανται ὑποφέρειν τὸ βάρος τοῦ φωτός, ἐμνήσθη τοῦ Ἰησοῦ, καὶ ἐγένετο πάλιν ἐν τῇ εἰκόνι τῇ πρώτῃ καὶ εἶπεν ὁ Φίλιππος· Ἀνάστητε καὶ μὴ φοβεῖσθε. Καὶ ὡς ἀνέστησαν, εἶπεν ἡ Νερκέλα τῷ Φιλίππῳ· Μακαρία εἰμὶ εἰ ἔσομαι ἀξία ἵνα οἰκήσῃς ἐν τῇ οἰκἰᾳ μου· οὐαὶ γάρ, οὐαὶ τῇ ἀπιστίᾳ μου. μὴ οὖν λογίσῃ τὰ ἐλθόντα ἐν τῇ καρδίᾳ μου καὶ τοὺς κρυφίους μου περὶ σοῦ λόγους· ὅτι οὐκ ἐγίνωσκον τίς εἶ. Ὁ δὲ Ἴρεος ἦν εὐφραινόμενος ἐπὶ τοῖς ῥήμασιν αὐτῆς, καὶ ὅτι ἡ θυγάτηρ αὐτοῦ, ὡς εἶδεν τὴν μητέρα αὐτῆς κλαίουσαν, καὶ αὐτῆς τὰ δάκρυα ἔρευσαν ἐπὶ τὰς παρειὰς αὐτῆς. ὁμοίως δὲ καὶ οἱ δοῦλοι καὶ αἱ δουλίδες ἐθροήθησαν ἐπὶ τῇ τοσαύτῃ ὀπτασίᾳ.</p></div></div></body></text></TEI>