(12) Ἰδόντες δὲ τοῦτο οἱ ἄρχοντες καὶ τὸ πλῆθος ἐταράχθησαν ἅπαντες, καὶ ἔλεγον· Ἴδε πῶς ὁ μάγος ἀκολουθεῖ τῷ Ἰρέῳ· ἀλλὰ μὴ συγχωρήσωμεν. Καὶ ὡς ἔφθασεν ὁ Ἴρεος πρὸς τὸν πυλῶνα τῆς οἰκίας ἐβόησεν· Ἀνοίξατε τῷ ἀνθρώπῳ τοῦ θεοῦ. Καὶ ὁ θυρωρὸς ταχέως ἤνοιξεν, καὶ εἰσελθὼν ὁ Φίλιππος σὺν τοῖς μαθηταῖς αὐτοῦ εἶπεν· Εἰρήνη τῷ οἴκῳ τούτῳ. Ἔδραμεν δὲ ὁ Ἴρεος ὅπου ἡ γυνὴ αὐτοῦ ἦν ἐν τῷ κοιτῶνι αὐτῆς, καὶ εἶπεν αὐτῇ· Ἀνάστα, ἴδε τὴν χαρὰν ἡμῶν τῆν εἰσελθοῦσαν ἐν τῇ οἰκίᾳ ἡμῶν σήμερον· ἔκδυσαι δὲ ταῦτα τὰ ἱμάτια τὰ διάχρυσα, καὶ βάλε τὰ κοσμοῦντά σε εἰς ἀφθαρσίαν. Ἣ δὲ μετὰ θυμοῦ εἶπεν αὐτῷ· Ἀπόστα ἀπ᾽ ἐμοῦ· οὐδὲ γὰρ οἱ ἐκ τῆς οἰκίας μου εἶδόν ποτε τὸ πρόσωπόν μου ἁπλῶς· καὶ πῶς ξένῳ ἀνθρώπῳ ὀφθήσομαι; (13) Καὶ ὡς οὐκ ἐβούλετο ἐξελθεῖν, ἐκέλευσεν ὁ Ἴρεος τοῖς ἑαυτοῦ δούλοις βαστάσαι καθέδρας ποικίλας καὶ κεκοσμημένας ἐκ χρυσοῦ, καὶ θεῖναι πρὸ τοῦ πυλῶνος, ὅπως ὁ Φίλιππος καθίσῃ καὶ οἱ σὺν αὐτῷ. ὡς δὲ εἶδεν ὁ Φίλιππος, εἶπεν τοῖς οἰκέταις· Ἄρατε αὐτάς, οὐ γὰρ ἐπ᾽ αὐταῖς καθίσομεν. Καὶ ὁ Ἴρεος Μή μέ φησι διδάσκαλε λύπει. Καὶ ὁ Φίλιππος Ἐγώ φησιν οὐ λυπῶ οὐδένα, ἀλλὰ πάντας ἀναπαύω· περὶ χρυσοῦ δὲ καὶ ἀργύρου ὅλως οὐκ ἔστι μοι χρεία, ὅτι ταῦτα μάταια, καὶ πυρὶ ἀναλωθήσονται. καὶ τί ὄφελος ἀνθρώπῳ ὅτι κοσμεῖ ἑαυτὸν ἱματισμῷ καὶ χρυσῷ, τῆς ψυχῆς αὐτοῦ μελλούσης ἐν πυρὶ χειμάζεσθαι; ἢ τί ὄφελος ὡραιότης; ὅτι φθείρεται κάλλος καὶ ὁ ἐν τῷ κόσμῳ πλοῦτος οὐχ ὑπάρξει. (14) Εἶπεν δὲ ὁ Ἴρεος· Ἆρα ζήσομαι; ὅτι ἐν ὀδύνῃ καρδίας εἰμὶ ἐφ᾽ οἷς πρότερον ἥμαρτον. Λέγει ὁ Φίλιππος· Μὴ φοβηθῇς, μηδὲ διψυχήσῃς· δύναται γὰρ ὁ Ἰησοῦς, ἐὰν καὶ σὺ μετανοήσῃς ἐκ ψυχῆς, ἀφιέναι σου τὰς ἁμαρτίας ἅσπερ ἐν ἀγνοίᾳ ἐποίησας. τί δὲ καὶ ἡ γυνή σου ἡ φοροῦσι νῦν τὰ διάχρυσα καὶ ὑπὸ κοιτῶνος οὖσα; οὐχὶ εἶπέν σοι ὅτι Ἀπόστα ἀπ᾽ ἐμοῦ, ὅτι οὐκ ἐξελεύσομαι εἰς πρόσωπον ἀνθρώπου ξένου; Ὡς δὲ ἤκουσεν ταῦτα ὁ Ἴρεος, ἀνέστη μετὰ σπουδῆς, καὶ ἦλθε πρὸς τὴν ἑαυτοῦ γυναῖκα λέγων· Ἕως πότε ἡ τοσαύτη περὶ σέ ἐστι λήθη; ἀνάστα καὶ θέασαι ἀληθῶς θεοῦ ἄνθρωπον, ὅτι τοὺς λόγους οὓς εἰς ἑαυτοὺς ἐλαλήσαμεν καὶ πάντα τὰ ἐν κρυπτῷ ἀνήγγειλέν μοι. Λέγει αὐτῷ ἡ γυνὴ αὐτοῦ· Καὶ μέγα ὅτι ἀνήγγειλέν σοι τὰ ῥήματά μου; ὕπαγε, μή με ἀπάτα· τὰ δὲ περὶ σεαυτοῦ ποίει ὡς θέλεις. Καὶ πάλιν φησὶ πρὸς αὐτόν· Τί οὖν ποιήσομεν τοὺς υἱοὺς ἡμῶν ἢ τὰς θυγατέρας ἡμῶν ἢ τοὺς δούλους, καὶ περὶ τῶν ὑπαρχόντων ἡμῶν, εἰ ὅλως εἴπῃ ἡμῖν ὁ ξένος ὅτι Ἐὰν μὴ καταλείψητε τὸν πλοῦτον, οὐ δύνασθε σωθῆναι; Τί ποιήσομεν καὶ ὅτι τοὺς δύο υἱοὺς ἡμῶν ἐμνηστευσάμεθα κατὰ τὴν ἡμετέραν ὁμοιότητα; καὶ ἐὰν μαθητεύσωμεν τῷ ξένῳ, τί ἔσται;