<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text><body><div type="edition" n="urn:cts:greekLit:tlg2948.tlg001.1st1K-grc1" xml:lang="grc"><div type="textpart" subtype="section" xml:base="urn:cts:greekLit:tlg2948.tlg001.1st1K-grc1" n="53"><p><label>(9)</label> Λέγει αὐτῷ ἡ γυνή· Ἆρα ὁ θεὸς αὐτοῦ ὡς οἱ θεοὶ τῆς πόλεως ἡμῶν εἰσι, χρυσοῖ καὶ ἠσφαλισμένοι ἐν τῷ ναῷ; Ὃ δέ φησι· Οὐχ οὕτως· ὁ γὰρ θεὸς αὐτοῦ θεός ἐστι ζῶν ἐν οὐρανοῖς, δυνατός, ὑπερηφάνοις θραύων· οἱ δὲ θεοὶ τῆς πόλεως ἡμῶν τέχνη ἀσεβῶν μελετήματα. Λέγει αὐτῷ ἡ γυνὴ αὐτοῦ· Καὶ ἄγαγε αὐτόν, ἵνα ἴδω κἀγὼ τὸν ἐν αὐτῷ θεόν. </p></div><div type="textpart" subtype="section" xml:base="urn:cts:greekLit:tlg2948.tlg001.1st1K-grc1" n="54"><p><label>(10)</label> Καὶ ἐξῆλθεν ὁ Ἴρεος τῆς οἰκίας συναντῆσαι τῷ Φιλίππῳ, καὶ λέγει αὐτῷ· Δέομαι, ἀνάστα καὶ εἴσελθε εἰς τὴν οἰκίαν μου, καὶ ἀνάπαυσον σεαυτὸν ἐν εἰρήνῃ. Προφθάσας δὲ ὁ Φίλιππος ἀνήγγειλεν αὐτῷ πάντα ὅσα ἐστασίασεν αὐτῷ ἡ γυνὴ αὐτοῦ· ὁ δὲ Ἴρεος ἐξεπλάγη πῶς πάντα ἔγνω. καὶ λέγει ὁ Φίλιππος· Γίνωσκε τέκνον ὅτι, εἰ καὶ ἐλάχιστός εἰμι καὶ ταπεινός, ἀγῶνα ἔχω ὅπως τελειώσω τὴν ἐμπιστευθεῖσάν μοι οἰκονομίαν. εἰ δὲ θέλεις, ἀναγγέλλω σοι καὶ τὰ λαληθέντα ῥήματα πάντα ἐν τῇ οἰκίᾳ σου. Ὁ δὲ Ἴρεος παρεκάλεσεν αὐτὸν σιωπῆσαι τὸν ἔλεγχον τῆς γυναικὸς αὐτοῦ. </p></div><div type="textpart" subtype="section" xml:base="urn:cts:greekLit:tlg2948.tlg001.1st1K-grc1" n="55"><p><label>(11)</label> Οἱ δὲ συνόντες τῷ Φιλίππῳ λέγουσιν αὐτῷ· Ἀπόστολε Χριστοῦ, ἕως πότε ἐσόμεθα ὡς αἰχμάλωτοι ἐνταῦθα; ἐπεὶ οὖν ἡτοίμασεν ἡμῖν Ἰησοῦς Χριστὸς τὸν ἄνδρα τοῦτον, ἀπέλθωμεν μετ' αὐτοῦ ἐν εἰρήνῃ. Ὁ δὲ Ἴρεος ἠγαλλιάσατο ὅτε ἤκουσεν ταῦτα παρὰ τῶν μαθητῶν αὐτοῦ, καὶ πεσὼν ἐπὶ πρόσωπον παρεκάλει τῷ Φιλίππῳ καταλῦσαι ἐν τῇ οἰκίᾳ αὐτοῦ. καὶ ἀναστάς ἠκολούθησεν αὐτόν, ὁ δὲ Ἴρεος ἐβάδιζεν ἔμπροσθεν χαίρων. </p></div></div></body></text></TEI>