(7) Ὡς δὲ εἰσῆλθεν εἰς τὴν ἑαυτοῦ οἰκίαν, λέγει αὐτῷ ἡ γυνὴ αὐτοῦ· Ἤκουσα ἄνερ καλὲ ὅτι ἐσκόρπισας τὴν βουλὴν τῶν ἱερέων καὶ Ἰουδαίων περί τινος ξένου μάγου ὀνόματι Φιλίππου. Ὃ δὲ εἶπεν αὐτῇ· Εἴθε γύναι ἄξιοι ὑπήρχομεν τοῦ ποιῆσαι τὴν οἰκίαν ἡμῶν τοῦ θεοῦ αὐτοῦ κατοικητήριον. Λέγει αὐτῷ· Οὐ θέλω αὐτὸν εἰσελθεῖν εἰς τὴν οἰκίαν μου, ὅτι ὡς ἔμαθον χωρίζει ἄνδρας καὶ γυναῖκας· ἀπελεύσομαι δὲ εἰς τὴν οἰκίαν τῶν γονέων μου, καὶ οὐκ ἀφήσω τὴν προῖκά μου εἰς τὴν οἰκίαν σου. ἀποσπάσω δὲ καὶ τοὺς δούλους μου οὓς προήγαγόν σοι, καὶ τὰς ἅβρας μου, σὺν πᾶσι τοῖς τέκνοις αὐτῶν. ἰδοὺ χρόνους εἴκοσι τέσσαρας συνέζησά σοι καὶ οὐκ ἀντεῖπόν σοι μικρὸν ἢ μέγα ῥῆμα. τί δὲ καὶ τὰ τέκνα σου ποιήσεις ἐὰν εἰσάγῃς τὸν μάγον ἐκεῖνον ὧδε; πάντως γὰρ καὶ θόρυβος πολὺς ἔσται τῆς πόλεως ἐν τῇ οἰκίᾳ σου. (8) Λέγει αὐτῇ ὁ Ἴρεος ἐν πρᾳότητι· Τί λυπῆσαι; μακροθύμησον μᾶλλον. πιστεύω γὰρ ὅτι καὶ σὺ αὐτὴ πιστεύσεις τῷ διὰ τοῦ ξένου κηρυττομένῳ θεῷ, ὅτι αὐτὸς κρείττων ἡμῖν ἐστιν ὑπὲρ τὸν μάταιον ἡμῖν πλοῦτον. Λέγει αὐτῷ ἡ γυνὴ αὐτοῦ· Ἀνάστηθι, φάγε καὶ πίε, καὶ γενοῦ εὐφραινόμενος· ἐμὲ γὰρ οὐ δύνασαι ἀπατῆσαι. Λέγει αὐτῇ· Καὶ ποῖον δίκαιον φαγεῖν με ἢ πιεῖν τοῦ ἀνθρώπου τοῦ θεοῦ πεινῶντος ἐν τῇ ἡμετέρᾳ πόλει; ὅνπερ ἐὰν ἴδῃς, πιστεύεις ὅτι ἅγιός ἐστι. κατάστειλον οὖν σεαυτὴν ἐκ τῆς ματαίας ἀπονοίας καὶ ἀπιστίας σου, ἵνα κἀγὼ ἀπαγγείλω σοι μέρος τι τῆς ἐν αὐτῷ ἐπιστήμης. γνῶθι οὖν ὦ γύναι ὅτι ἄνθρωπος θεοῦ ἐστι, καὶ ὅτι χάρις πολλὴ ἐν προσώπῳ αὐτοῦ, πρᾳότης δὲ καὶ ἁπλότης ἐν αὐτῷ. (9) Λέγει αὐτῷ ἡ γυνή· Ἆρα ὁ θεὸς αὐτοῦ ὡς οἱ θεοὶ τῆς πόλεως ἡμῶν εἰσι, χρυσοῖ καὶ ἠσφαλισμένοι ἐν τῷ ναῷ; Ὃ δέ φησι· Οὐχ οὕτως· ὁ γὰρ θεὸς αὐτοῦ θεός ἐστι ζῶν ἐν οὐρανοῖς, δυνατός, ὑπερηφάνοις θραύων· οἱ δὲ θεοὶ τῆς πόλεως ἡμῶν τέχνη ἀσεβῶν μελετήματα. Λέγει αὐτῷ ἡ γυνὴ αὐτοῦ· Καὶ ἄγαγε αὐτόν, ἵνα ἴδω κἀγὼ τὸν ἐν αὐτῷ θεόν. (10) Καὶ ἐξῆλθεν ὁ Ἴρεος τῆς οἰκίας συναντῆσαι τῷ Φιλίππῳ, καὶ λέγει αὐτῷ· Δέομαι, ἀνάστα καὶ εἴσελθε εἰς τὴν οἰκίαν μου, καὶ ἀνάπαυσον σεαυτὸν ἐν εἰρήνῃ. Προφθάσας δὲ ὁ Φίλιππος ἀνήγγειλεν αὐτῷ πάντα ὅσα ἐστασίασεν αὐτῷ ἡ γυνὴ αὐτοῦ· ὁ δὲ Ἴρεος ἐξεπλάγη πῶς πάντα ἔγνω. καὶ λέγει ὁ Φίλιππος· Γίνωσκε τέκνον ὅτι, εἰ καὶ ἐλάχιστός εἰμι καὶ ταπεινός, ἀγῶνα ἔχω ὅπως τελειώσω τὴν ἐμπιστευθεῖσάν μοι οἰκονομίαν. εἰ δὲ θέλεις, ἀναγγέλλω σοι καὶ τὰ λαληθέντα ῥήματα πάντα ἐν τῇ οἰκίᾳ σου. Ὁ δὲ Ἴρεος παρεκάλεσεν αὐτὸν σιωπῆσαι τὸν ἔλεγχον τῆς γυναικὸς αὐτοῦ. (11) Οἱ δὲ συνόντες τῷ Φιλίππῳ λέγουσιν αὐτῷ· Ἀπόστολε Χριστοῦ, ἕως πότε ἐσόμεθα ὡς αἰχμάλωτοι ἐνταῦθα; ἐπεὶ οὖν ἡτοίμασεν ἡμῖν Ἰησοῦς Χριστὸς τὸν ἄνδρα τοῦτον, ἀπέλθωμεν μετ' αὐτοῦ ἐν εἰρήνῃ. Ὁ δὲ Ἴρεος ἠγαλλιάσατο ὅτε ἤκουσεν ταῦτα παρὰ τῶν μαθητῶν αὐτοῦ, καὶ πεσὼν ἐπὶ πρόσωπον παρεκάλει τῷ Φιλίππῳ καταλῦσαι ἐν τῇ οἰκίᾳ αὐτοῦ. καὶ ἀναστάς ἠκολούθησεν αὐτόν, ὁ δὲ Ἴρεος ἐβάδιζεν ἔμπροσθεν χαίρων.