Καὶ οὕτως ὁ παῖς ἀναστὰς ἐκ τοῦ θανάτου ἅμα τῇ ἰδίᾳ μητρὶ ἐξαιρέτως ἐπίστευσαν, πολλοὺς ἐπιστρέψαντες· καὶ διὰ τούτων λαβόντες τὸ βάπτισμα ἐδόξαζον τὸν θεόν· καὶ πάντες εὐχαρίστησαν τῷ σωτῆρι Χριστῷ, καὶ τῷ ἀποστόλῳ δόντες πάμπολλα ἐφόδια ἀπηλλάγησαν τῆς πλάνης πιστεύσαντες τῷ Χριστῷ. ὁ δὲ νεανίσκος ἠκολούθησεν τῷ ἀποστόλῳ, μεγαλυνόμενος ἐπὶ τοῖς θαύμασι τοῖς δι᾽ αὐτοῦ καθ᾽ ἡμέραν γινομένοις δοξάζων τὸν θεόν. | Πρᾶξις β´ ὅτε εἰσῆλθεν εἰς τὴν Ἑλλάδα τῶν Ἀθηνῶν. (1) Ἐγένετο δὲ ὅτε εἰσῆλθεν Φίλιππος εἰς τὴν πόλιν τῶν Ἀθηνῶν τὴν καλουμένην Ἑλλάδα, συνήχθησαν παρ᾽ αὐτῷ τριακόσιοι φιλόσοφοι λέγοντες· Ἀπελθόντες ἴδωμεν τις ἡ σοφία αὐτοῦ. λέγουσιν γὰρ περὶ τῶν σοφῶν τῆς Ἀσίας ὅτι μεγάλη αὐτῶν ἐστιν ἡ σοφία. Ἔδοξαν γὰρ τὸν Φίλιππον εἶναι φιλόσοφον, ἐπειδὴ ἦν ὁδεύων σχήματι ἀποτακτικοῦ, καὶ οὐκ ἔγνωσαν ὅτι ἀπόστολός ἐστιν Χριστοῦ. τὸ γὰρ ἔνδυμα ὅπερ ἔδωκεν τοῖς ἀποστόλοις ὁ Ἰησοῦς ἐπενδύτης μόνον ἦν καὶ λέντιον· οὕτως οὖν ἦν περιοδεύων ὁ Φίλιππος. διὰ τοῦτο οὖν ὅτε ἐθεάσαντο αὐτὸν οἱ φιλόσοφοι τῆς Ἑλλάδος ἐφοβήθησαν· συνήχθησαν οὖν εἰς ἕνα τόπον καὶ ἐλάλησαν εἰς ἑαυτούς· Δεῦτε ἐπισκεψώμεθα τὰς βίβλους ἡμῶν, μή πως νικήσῃ ἡμᾶς ὁ ξένος οὗτος καὶ αἰσχύνῃ ἡμᾶς. (2) Καὶ οὕτως ποιήσαντες συνῆλθον ἐπὶ τὸ αὐτό· καὶ λέγουσι τῷ Φιλίππῳ ὅτι Ἡμεῖς ἔχομεν μαθήματα τῶν πατέρων ἡμῶν, ἐν οἷς ἀρκούμεθα φιλοσοφοῦντες· εἰ δέ τι καινότερον ἔχεις ὦ ξένε, ἐπίδειξον ἡμῖν ἀφθόνως μετὰ παρρησίας· οὐδενὸς γὰρ ἄλλου χρείαν ἔχομεν ἢ μόνον ἀκούειν τι καινότερον.