(3) Ἦσαν δὲ καὶ Ἰουδαῖοι λέγοντες σκληρὰ ῥήματα κατὰ Φιλίππου, ὅτι ἦν παραλύων τὰς παραδόσεις αὐτῶν. ἀποκριθεὶς δὲ εἷς ἐξ αὐτῶν ἄρχων ὀνόματι Ἴρεος ἔφη· Ἀκούσατέ μού φησιν ὦ ἄνδρες φίλοι καὶ συμπολῖται· μὴ ἐπαναστῶμεν ἀνδρὶ ξένῳ ἐπ᾽ ἀδικίᾳ καὶ βίᾳ· ἀλλὰ ἀκούσωμεν καὶ δοκιμάσωμεν τὴν διδασκαλίαν αὐτοῦ, καὶ τότε τελέσωμεν τὰ λαλούμενα. (4) Ἦν δὲ ὁ Ἴρεος πλούσιος ἐν αὐτοῖς· ἠρέμα δὲ βουλόμενος διασκορπίσαι τὴν βουλὴν αὐτῶν ταῦτα ἔλεγεν· ἦν γὰρ συνετὸς καὶ ἀγαθὸς καὶ μισῶν ἄδικα· διὸ οὐδεὶς ἐτόλμησεν ἀντ ειπεῖν αὐτῷ. ἀναχωρήσας δὲ ὁ Ἴρεος ἀπὸ τῆς συστροφῆς αὐτῶν ἀπῆλθεν πρὸς τὸν Φίλιππον, καὶ δέδωκεν αὐτὸν τὸ χαῖρε πρῶτος. καὶ ὁ Φίλιππος εἶπεν αὐτῷ· Κεχαριτωμένος σὺ ἐν εἰρήνῃ Χριστοῦ, ὅτι οὐκ ἔστι δόλος ἐν τῇ ψυχῇ σου. Καὶ εἶπεν ὁ Ἴρεος· Ἀκολουθήσω σοι, καὶ τί ἄρα ἔσται μοι; Καὶ ὁ Φίλιππος· Ὅτι ὅλως ἔθου ἐν τῇ καρδίᾳ σου ζητῆσαι τὴν ὄντως ζωήν, λέγω σοι· σωθήσῃ σὺ καὶ ἡ οἰκία σου καὶ πάντες οἱ σὺν σοί· καὶ καθὼς ἠγωνίσω σὺ ὑπὲρ ἐμοῦ ἐν τῷ ὄχλῳ, ὁ κύριος Ἰησοῦς δώσει σοι ἀνάπαυσιν ἐν τῇ ἐσχάτῃ σου πνοῇ. (5) Λέγει ὁ Ἴρεος· Πῶς οἶδας ὅτι ὑπὲρ σοῦ ἠγωνισάμην; Καὶ λέγει ὁ Φίλιππος· Οἶδα τέκνον, οἶδα τὰ παρ᾽ ἑκάστου εἰρημένα. Λέγει ὁ Ἴρεος· Γίνωσκε ἄνθρωπε τοῦ θεοῦ ὅτι ἦλθον εἰς συνάντησίν σου οὐκ ἔχων δόλον· μὴ οὖν ἀμελήσῃς μου, ὅτι ἡτοίμακα τὴν ψυχήν μου εἰς σωτηρίαν. Καὶ ὁ Φίλιππός φησι· Ὁ κύριος τελειώσει τὴν ἐπιθυμίαν σου· μόνον μὴ διστάσῃς πρὸς τὸν καταρτισμὸν οὗ ἕνεκεν πρὸς ἡμᾶς παρεγένου. Λέγει ὁ Ἴρεος· Ἐγὼ οὐκ ἐπιστρέφομαι πρὸς τὰ ὀπίσω ἐν ᾧ τὴν ἐλπίδα ἔχω. Λέγει ὁ Φίλιππος· Θέλημά ἐστι τοῦ θεοῦ δι᾽ ὃν καὶ ἦλθον ἵνα μὴ ἐκπέσωσιν οἱ πιστεύσαντες, ἀλλὰ ζήσωσιν ἐν τῷ Χριστῷ, καὶ λάβωσι τὰς ἐπαγγελίας τὰς ὑπ᾽ αὐτοῦ τεταγμένας εἰς σωτηρίαν.