(8) Ἐπίστευσεν δὲ καὶ ὁ πατὴρ αὐτῆς καὶ ἡ θυγάτηρ αὐτοῦ, καὶ κατηξιώθησαν τῆς ἐν Χριστῷ σφραγῖδος. ἐγένετο δὲ χαρὰ μεγάλη ἐν τῷ οἴκῳ αὐτῶν· καὶ πολλοὶ δοῦλοι πολλαί τε παιδίσκαι καὶ παῖδες καὶ νήπια ἐπίστευσαν εἰς τὸν κύριον ἡμῶν Ἰησοῦν Χριστόν. ἡ δὲ Χαριτίνη σχῆμα καὶ ἔνδυμα ποιήσασα ἀρρενικὸν ἠκολούθει τῷ Φιλίππῳ ἐν πίστει Χριστοῦ δοξάζουσα τὸν θεόν. Πρᾶξις ε´ γεναμένη ἐν πόλει Νικάτηρα καὶ περὶ τοῦ Ἱερέως. (1) Φίλιππος δὲ ὁ τοῦ Χριστοῦ ἀπόστολος πρὸ ὀφθαλμῶν θέμενος ἀνελθεῖν καὶ εἰς Νικάτηρα πόλιν οὕτω λεγομένην τῆς Ἑλλάδος, ἠκολούθησαν αὐτῷ πολλοὶ μαθηταί, καὶ ἦσαν ἀγαλλιώμενοι. βαδίζοντες οὖν σὺν αὐτῷ ἐθεώρουν τὴν χάριν τῆς ἀποκαλύψεως τοῦ Χριστοῦ· ἐν οἷς ἦν ὁ Φίλιππος ἡμέρας καὶ νυκτὸς μὴ διαλιμπάνων ὁμιλῶν μετ᾽ αὐτῶν καὶ διδάσκων αὐτοὺς τὰ μεγαλεῖα τοῦ Χριστοῦ καὶ τὴν σωτηρίαν καὶ τὴν πρᾳότητα καὶ τὴν ἐλπίδα τῆς αἰωνίου ζωῆς. (2) Καὶ ἐν τῷ τὸν Φίλιππον ἀνιέναι ἐν τῇ πόλει σὺν τοῖς μετ᾽ αὐτοῦ, ἐκινήθη ἡ πόλις ὅλη, ὅτι ἦλθεν Φίλιππος ὁ μαθητὴς τοῦ Ἰησοῦ, καὶ ἐταράχθησαν λέγοντες· Τί ποιοῦμεν περὶ αὐτοῦ; ὅτι ἐὰν συγχωρήσωμεν αὐτῷ πᾶσα ἡ πόλις αὐτῷ ἀκολουθήσει· καὶ οὐ μικρὸν πρᾶγμα ἐὰν οὗτος ὧδε οἰκήσῃ, ὅτι ἠκούσαμεν αὐτὸν πολλὰ πεποιηκέναι σημεῖα εἰς τὰς ἄλλας πόλεις, καὶ οὐδεὶς ἠδυνήθη κακῶσαι αὐτόν. ἡ δὲ διδασκαλία αὐτοῦ ἐστι διαχωρίζουσα ἄνδρας καὶ γυναῖκας, λέγων ὅτι Ἡ ἁγνεία φησὶν ὁμιλεῖ τῷ θεῷ. Καὶ διδάσκει πιστεύειν εἰς ὄνομά τινος Ἰησοῦ. νῦν οὖν, ἐπειδὴ οὔπω εὗρεν ἐν τῇ πόλει ἡμῶν οἴκησιν, ἐκβάλλωμεν αὐτὸν πρὶν κηρύξει, καὶ τὰς γυναῖκας ἡμῶν ὑπ᾽ αὐτοῦ ἀπατηθῆναι.