Καὶ ταῦτα εἰπόντος τοῦ ἀποστόλου εἶπεν ἡ γραῦς· Πιστεύω εἰς τὸν Ἰησοῦν τὸν ὑπὸ σοῦ κηρυττόμενον. Τότε προσέρχεται ὁ ἀπόστολος τῷ πτώματι καὶ λέγει· Ἀνάστα νεανίσκε δυνάμει Ἰησοῦ Χριστοῦ τοῦ υἱοῦ τοῦ θεοῦ. Καὶ εὐθέως ἀνέστη ὡς ἐξ ὕπνου, καὶ εἶπεν ἐμβλέψας πρὸς τὸν Φίλιππον· Πόθεν τὸ φῶς τοῦ ἀνθρώπου τούτου ἐλθεῖν εἰς τὸν τόπον τοῦτον καὶ ἐμὲ ἀποθανόντα ἀναστῆσαι τηλικαύτῃ σπουδῇ, ἐλθεῖν τε ἄγγελον θεοῦ καὶ ἀνοῖξαι τὰ δεσμωτήρια τῆς κρίσεως, ἔνθα ἤδη ἐγὼ ἐγκεκλεισμένος ἐτύγχανον; εἶδον γὰρ ἐκεῖ κριτήρια καὶ κολάσεις ἃς γλῶσσα ἀνθρωπίνη οὐχ ἱκανὴ διηγήσασθαι. εἴ τις οὖν ἀδελφοὶ θελήσειεν ἑαυτὸν ἐλεῆσαι, πάντων τῶν κακῶν ἐκφεύξεται, καὶ πιστεύσει τῷ θεῷ τῷ ὑπὸ τοῦ ἀνθρώπου τούτου κηρυττομένῳ, καὶ μακάριος ἔσται· καὶ εἴ τις ὁμολογήσει τὸν ἀγαπητὸν Χριστὸν δοξασθήσεται.