(6) Ὁ δὲ ἀπόστολος ἤρξατο αὐτοὺς ἀπὸ τῶν γραφῶν διδάσκειν τὰ περὶ τοῦ υἱοῦ τοῦ θεοῦ καὶ λέγειν· Ἐὰν δέξησθε τὸν δυνάμενον σῴζειν τὸ ἀσθενές, σωθήσεσθε, καὶ ἐὰν δέξησθε τὸν ἐν οὐρανοῖς πλούσιον, πλουτίσει ἡμᾶς· καταλείψατε οὖν τὸ ἀηδὲς τοῦ κόσμου τούτου, καὶ τὴν μέριμναν τῆς ζωῆς ἐπιρρίψατε εἰς τὸν ἐν οὐρανοῖς εὐεργέτην, ἵνα αἰωνίας τρυφῆς ἀπολαύσητε. (7) Οἳ δὲ πάλιν ἀπεκρίνοντο ὁμοθυμαδὸν λέγοντες· Πάντα ὅσα ἂν εἴπῃς ἡμῖν ποιοῦμεν, καὶ πιστεύομεν εἰς τὸν κύριον ἡμῶν Ἰησοῦν Χριστόν. Τότε λαβόμενος ὁ Φίλιππος ἅπαντας καὶ ἐξελθὼν ἐπὶ τῆς ξηρᾶς ἐβάπτισεν αὐτοὺς εἰς τὸ ὄνομα τοῦ πατρὸς καὶ τοῦ υἱοῦ καὶ τοῦ ἁγίου πνεύματος· καὶ ἐμεγαλύνοντο τῇ πίστει. Πρᾶξις δ´ περὶ τῆς θυγατρὸς Νικοκλείδους ἧς ἰάσατο ἐν Ἀζώτῳ. (1) Ὡς δὲ πολλὴ φήμη περιέδραμεν περὶ τοῦ ἀποστόλου Φιλίππου εἰς τὴν Ἄζωτον ἐπὶ τοῖς δι᾽ αὐτοῦ γινομένοις θαύμασι, πολλοὶ συνέτρεχον πρὸς αὐτόν, καὶ ἦσαν θεραπευόμενοι ἀπὸ τῶν νοσημάτων αὐτῶν. πολλὰ δὲ καὶ δαιμόνια φυγαδευόμενα ἀπὸ τῶν ἀνθρώπων ἐβόων ὥσπερ μαστιζόμενα καὶ ἔλεγον ὅτι Καὶ ὧδε πάρει Φίλιππε, ἐντεῦθεν φυγαδεῦσαι ἡμᾶς; ἴδε, ὁμολογοῦμεν ἡττᾶσθαι διὰ τὸ ὄνομα τοῦ Ἰησοῦ. Ὡς οὖν ἦσαν οἱ ὄχλοι ἀτενίζοντες εἰς αὐτόν, οἳ μὲν ἔλεγον· Ἀληθῶς θεοῦ ἄνθρωπος· Ἄλλοι δὲ ἔλεγον· Τάχα μάγος ἐστί. Τινὲς δὲ καὶ ἐξεμυκτήριζον τοὺς λόγους αὐτοῦ. αἱ δὲ γυναῖκες τῶν πρώτων ἔλεγον· Ἀληθῶς πνεῦμα ἅγιον ἐν αὐτῷ καὶ τὰ λαλούμενα παρ᾽ αὐτοῦ καλά. Ἄλλαι δὲ ἔλεγον ὅτι Μάγος καὶ σκολιὸς ἄνθρωπος οὗτος, ὅτι διαχωρίζει τὰς συμβιώσεις· διδάσκει γὰρ ὅτι ἡ ἁγνεία ὁρᾷ τὸν θεόν; καὶ τὴν τεκνογονίαν ὀδύνην εἶναι λέγει.