Ἡ δὲ γραῦς εἶπεν· Εἰ τὰ λεγόμενά μοι σωτήρια ἄνθρωπε καὶ ὡς ἀληθῶς ἀπόστολε τοῦ θεοῦ, βοήθησον τῷ γήρατί μου τῷ κακῶς γεγηρακότι· ὡς δὲ ηὐξάμην ἀποθανεῖν καὶ οὐκ εἰσηκούσθην τοσαῦτα κακὰ παθοῦσα, τάχα μᾶλλον οὐ συμφέρει μοι γαμεῖν, καὶ μηδὲν ἐσθίειν τὰ εἰς ὕστερον δονοῦντα τὸ σῶμα, οἶνος καὶ κρέα, ἀλλὰ μᾶλλον ἄρτον καὶ ὕδωρ, καὶ λύπας κερδαίνειν καὶ πολλὰ κακὰ καὶ πένθη πικρά. Ὁ δὲ ἀπόστολος εἶπεν· Ἀληθῶς μήτηρ ταῦτα οὐχ ἁπλῶς φθέγγῃ· τί γάρ σοι δοκεῖ ἡ ἁγνεία; ὅτι αὐτῇ τῇ ἁγνείᾳ ὁ θεὸς ὁμιλεῖ, καὶ φθόνον ἔχει πολὺν παρὰ τοῖς ἀνθρώποις· μὴ δυνάμενοι γὰρ ἁγνεῦσαι ἢ ὑδροποτῆσαι σπουδάζουσί τι καταψεύσασθαι τοῦ ἁγνῶς διάγοντος· ὅθεν καὶ ὁ θεὸς ἐμακάρισεν τοὺς τοιούτους· εἶπεν γάρ· Μακάριοί ἐστε ὅταν λαλήσωσιν οἱ ἄνθρωποι καθ᾽ ὑμῶν πᾶν ψεῦσμα. χαίρετε καὶ ἀγαλλιᾶσθε, ὅτι ὁ μισθὸς ὑμῶν πολὺς ἐν τοῖς οὐρανοῖς· δυνήσεσθε δαίμονας ἐπιστομίζειν ἐπὶ τῆς γῆς μηδεμίαν φροντίδα ποιούμενοι, ἔχοντες σωτῆρα Ἰησοῦν τὸν σταυρωθέντα.