(24) Οἱ δὲ ὄχλοι ταῦτα θεασάμενοι ἔκραξαν· Εἷς θεὸς ὁ Φιλίππου ὁ ἐλέγξας τὴν ἀπιστίαν τοὺ ἀρχιερέως καὶ τὸν δαίμονα τοῦ νεανίσκου ἀπελάσας καὶ ἀναστήσας αὐτὸν ἐκ νεκρῶν. Οἱ δὲ πεντακόσιοι ἰδόντες τὸν ἀρχιερέα βυθισθέντα εἰς τὴν ἄβυσσον καὶ τὰ ἄλλα θαυμάσια ἐδεήθησαν τοῦ Φιλίππου, καὶ ἔδωκεν αὐτοῖς τὴν ἐν Χριστῷ σφραγῖδα. Ἐπέμεινεν δὲ ὁ Φίλιππος εἰς τὰς Ἀθήνας ἔτη δύο, καὶ κατασκευάσας ἐκκλησίαν κατέστησεν ἐπίσκοπον καὶ πρεσβύτερον, καὶ οὕτως ἀπῆλθεν κατὰ τὴν Παρθίαν εὐαγγελιζόμενος τὸν Χριστόν. Πρᾶξις τρίτη πραχθεῖσα κατὰ τὴν Παρθίαν ὑπο Φιλίππου τοῦ ἀποστόλου. (1) Ἡνίκα δὲ Φίλιππος ὁ τοῦ Χριστοῦ ἀπόστολος κατῆλθεν εἰς τὴν ἀρχὴν τῆς Παρθίας, καὶ ἰδοὺ εὗρεν ἔν τινι πόλει τὸν τοῦ Χριστοῦ ἀπόστολον Πέτρον μετὰ καὶ ἑτέρων τῶν σὺν αὐτῷ μαθητῶν καὶ γυναικῶν τινων αἵτινες ἐμιμήσαντο τὴν πίστιν τὴν ἀρρενικήν. καὶ εἶπεν Φίλιππος τῷ Πέτρῳ καὶ τοῖς σὺν αὐτῷ· Δέομαι ὑμῶν τῶν εἰληφότων τὸν στέφανον τοῦ Χριστοῦ ἐν τῇ ἀποστολικῇ τάξει, ἐνδυναμώσατε κἀμέ, ἵνα ἀπελθὼν εὐαγγελίσωμαι καὶ συναριθμηθῶ ἐν τῇ δόξῃ ὑμῶν ἐν τοῖς οὐρανοῖς. ὑμεῖς ἐφανερώσατε τὴν ἑαυτῶν σπουδὴν κατὰ τὴν δύναμιν ὑμῶν· εὔξασθε οὖν καὶ νῦν ὑπὲρ ἐμοῦ, ἵνα ἀπελθὼν εὐαγγελίσωμαι, ὅπως συναριθμηθῶ ἐν τοῖς τετελεκόσι τὴν ἑαυτῶν δύναμιν. (2) Ταῦτα δὲ τοῦ Φιλίππου εἰπόντος ἔκλιναν τὰ γόνατα ὑπὲρ αὐτοῦ πρὸς τὸν κύριον, ὥστε χαρῆναι πάντας ἐπ᾽ αὐτῷ, ὅτι οὕτως ἐζήτησεν ὁ Φίλιππος τελειῶσαι τὴν ἀποστολὴν αὐτοῦ καὶ τὴν διακονίαν.