(21) Ἰδὼν οὖν ὁ Φίλιππος ὅτι ἐπιμένει τῇ ἀπιστίᾳ βλέψας εἰς αὐτὸν λέγει τῇ γῆ· Ἄνοιξόν σου τὸ στόμα καὶ κατάπιε αὐτὸν μέχρι τοῦ τραχήλου αὐτοῦ ἐνώπιον τῶν πιστευσάντων εἰς τὸν Χριστὸν Ἰησοῦν. Καὶ ἐν αὐτῇ τῇ ὥρᾳ ἀνοίξασα ἡ γῆ τὸ στόμα αὐτῆς ἐδέξατο αὐτὸν ἕως τραχήλου. ὡς δὲ οἱ ὄχλοι ἦσαν ὁμιλοῦντες ἀλλήλοις διὰ τὰ γεγονότα θαυμάσια, (22) ἦλθέν τις πρῶτος τῆς πόλεως βοῶν καὶ λέγων· Ὦ μακάριε ἀπόστολε, τῷ υἱῷ μου δαίμων τις ἐπέστη, καὶ ἔκραζεν λέγων πρός με· Ἐπειδὴ ἀφῆκας ξένον ἄνθρωπον εἰσελθεῖν εἰς τὴν πόλιν ἡμῶν σὺ ὢν πρῶτος, ὃς κατέλυσεν τὰς λατρείας ἡμῶν καὶ τὰς θυσίας ἡμῶν, τί σοι ποιήσω εἰ μὴ τοῦτον ἀνελῶ τὸν μονογενῆ σου υἱόν; Καὶ μετὰ τὸ εἰπεῖν αὐτὸν ταῦτα ἀπέπνιξεν τὸν υἱόν μου. νῦν οὖν, παρακαλῶ σε ἀπόστολε τοῦ Χριστοῦ, μὴ ἐάσῃς τὴν χαράν μου στραφῆναι εἰς πένθος, ὅτι κἀγὼ ἐπίστευσα τοῖς σοῖς λόγοις. (23) Ἀκούσας δὲ ὁ ἀπόστολος ταῦτα εἶπεν· Θαυμάζω τὴν ἐνέργειαν τῶν δαιμόνων, ὅτι ἐνεργεῖ ἐν παντὶ τόπῳ, τολμᾷ δὲ εἰς οὓς οὐκ ἔχει δύναμιν ἐπιβαίνειν, ὡς νῦν ἐπείρασαν ὑμᾶς θέλοντες σκανδαλίσαι. Καὶ λέγει τῷ ἀνθρώπῳ· Ἔνεγκέ μοι τὸν υἱόν σου, κἀγὼ αὐτὸν δώσω σοι ζῶντα διὰ τὸν Χριστόν μου. Καὶ ἔδραμεν χαίρων τοῦ ἐνέγκαι τὸν υἱὸν αὐτοῦ. καὶ ὡς ἤγγισεν τῇ οἰκίᾳ αὐτοῦ, ἔκραξεν λέγων· Υἱέ μου βλέπεις; ἦλθον ἐπὶ σέ, ἀπενέγκαι σε πρὸς τὸν ἀπόστολον, ὅστις σε ζῶντα παρέξει μοι. Καὶ ἐκέλευσεν τοῖς ἑαυτοῦ δούλοις βαστάξαι τὴν κλίνην· ἦν δὲ ὁ παῖς ἐτῶν κγ´ . ὅτε δὲ εἶδεν αὐτὸν ὁ Φίλιππος, συνεχύθη, καὶ στραφεὶς πρὸς τὸν ἀρχιερέα λέγει αὐτόν· Τοῦτο γέγονεν τῇ σῇ ἀφροσύνῃ· ἐὰν οὖν ἀναστήσω αὐτόν, πιστεύσεις λοιπόν; Ὃ δὲ λέγει· Οἶδα τὰς μαγείας ὑμῶν ὅτι ἀναστήσεις αὐτόν· ἐγὼ δὲ οὐ πιστεύσω σοι. Ὀργισθεὶς δὲ ὁ Φίλιππος εἶπεν· Κατάθεμα· ἄπελθε λοιπὸν κάτω ὅλος εἰς τὴν ἄβυσσον ἐνώπιον τούτων ἀπάντων. Καὶ ἐν αὐτῇ τῇ ὥρᾳ κατῆλθεν εἰς τὸν ᾅδην ζῶν· πλὴν τὸ ἀρχιερατικὸν ἔνδυμα ἐξεπετάσθη ἀπ᾽ αὐτοῦ, καὶ διὰ τοῦτο ἀπὸ τῆς ἡμέρας ἐκείνης οὐδεὶς ἔγνω τί ἐγένετο τὸ ἔνδυμα τὸ ἱερατικόν. καὶ ἐπιστραφεὶς ὁ ἀπόστολος ἐπηύξατο τῷ παιδί, καὶ ἀπελάσας ἀπ᾽ αὐτοῦ τὸν δαίμονα ἀνέστησεν αὐτὸν καὶ παρέστησεν αὐτὸν τῷ πατρὶ ζῶντα. (24) Οἱ δὲ ὄχλοι ταῦτα θεασάμενοι ἔκραξαν· Εἷς θεὸς ὁ Φιλίππου ὁ ἐλέγξας τὴν ἀπιστίαν τοὺ ἀρχιερέως καὶ τὸν δαίμονα τοῦ νεανίσκου ἀπελάσας καὶ ἀναστήσας αὐτὸν ἐκ νεκρῶν. Οἱ δὲ πεντακόσιοι ἰδόντες τὸν ἀρχιερέα βυθισθέντα εἰς τὴν ἄβυσσον καὶ τὰ ἄλλα θαυμάσια ἐδεήθησαν τοῦ Φιλίππου, καὶ ἔδωκεν αὐτοῖς τὴν ἐν Χριστῷ σφραγῖδα. Ἐπέμεινεν δὲ ὁ Φίλιππος εἰς τὰς Ἀθήνας ἔτη δύο, καὶ κατασκευάσας ἐκκλησίαν κατέστησεν ἐπίσκοπον καὶ πρεσβύτερον, καὶ οὕτως ἀπῆλθεν κατὰ τὴν Παρθίαν εὐαγγελιζόμενος τὸν Χριστόν. Πρᾶξις τρίτη πραχθεῖσα κατὰ τὴν Παρθίαν ὑπο Φιλίππου τοῦ ἀποστόλου. (1) Ἡνίκα δὲ Φίλιππος ὁ τοῦ Χριστοῦ ἀπόστολος κατῆλθεν εἰς τὴν ἀρχὴν τῆς Παρθίας, καὶ ἰδοὺ εὗρεν ἔν τινι πόλει τὸν τοῦ Χριστοῦ ἀπόστολον Πέτρον μετὰ καὶ ἑτέρων τῶν σὺν αὐτῷ μαθητῶν καὶ γυναικῶν τινων αἵτινες ἐμιμήσαντο τὴν πίστιν τὴν ἀρρενικήν. καὶ εἶπεν Φίλιππος τῷ Πέτρῳ καὶ τοῖς σὺν αὐτῷ· Δέομαι ὑμῶν τῶν εἰληφότων τὸν στέφανον τοῦ Χριστοῦ ἐν τῇ ἀποστολικῇ τάξει, ἐνδυναμώσατε κἀμέ, ἵνα ἀπελθὼν εὐαγγελίσωμαι καὶ συναριθμηθῶ ἐν τῇ δόξῃ ὑμῶν ἐν τοῖς οὐρανοῖς. ὑμεῖς ἐφανερώσατε τὴν ἑαυτῶν σπουδὴν κατὰ τὴν δύναμιν ὑμῶν· εὔξασθε οὖν καὶ νῦν ὑπὲρ ἐμοῦ, ἵνα ἀπελθὼν εὐαγγελίσωμαι, ὅπως συναριθμηθῶ ἐν τοῖς τετελεκόσι τὴν ἑαυτῶν δύναμιν.