(18) Εἶπεν δὲ ὁ Φίλιππος· Μὴ κακοῖς ἀμύνεσθε. Καὶ λέγει τῷ ἀρχιερεῖ· Σημεῖον ἐπὶ σοὶ ἔσται τι μέγα. Λέγει πρὸς τὸν Φίλιππον· Οἶδα ὅτι φαρμακὸς εἶ καὶ τοῦ Ἰησοῦ μαθητής· οὐ μαγεύεις με. Ὁ δὲ ἀπόστολος εἶπεν πρὸς τὸν Ἰησοῦν· Ζαβαρθάν, σαβαθαβάτ, βραμανούχ, ταχὺ ἐλθέ. Καὶ εὐθὺς ἡ γῆ ἐσχίσθη κατὰ τὸ μέρος τοῦ Ἀνανίου καὶ κάτεπιεν αὐτὸν μέχρι γονάτων. Καὶ ἔκραξεν Ἀνανίας· ῍Ω μεγάλη τῆς ἀληθοῦς μαγγανείας, ὅτι τὴν γῆν ἔσχισεν, ἀπειλήσαντος αὐτὴν ἑβραϊστί τε ἐνορκισαμένου τοῦ Φιλίππου, καὶ συνέχει με μέχρι γονάτων, καὶ ἐκ τῶν πτερνῶν εἰς τὰ κάτω τινὲς ὥσπερ ὄγκινοι καθέλκουσίν με, ἵνα πιστεύσω τῷ Φιλίππῳ. ἀλλ᾽ οὐ δύναταί με πεῖσαι· ἀπὸ γὰρ τῆς Ἰερουσαλὴμ ἐγὼ ἐπίσταμαι τὰς μαγείας αὐτοῦ. (19) Ὀργισθεὶς δὲ ὁ Φίλιππος εἶπεν· Ὦ γῆ σύσφιγξον αὐτὸν μέχρι τοῦ ὀμφαλοῦ. Καὶ εὐθὺς κατεσύρη. καὶ ἔλεγεν· Ὁ μὲν εἷς μου ποὺς κάτωθεν κρυσταλλοῦται, ὁ δὲ ἕτερος δεινῶς ἐκθερμαίνεται· ἀλλ᾽ ὑπὸ τῆς μαγείας σου Φίλιππε οὐ νικηθήσομαι. πλὴν οὖν ὅτι κακῶς κάτωθεν βασανίζομαι, ὅλως δὲ οὐ πιστεύω. Οἱ δὲ ὄχλοι ἠθέλησαν αὐτὸν λιθάσαι. ὁ δὲ Φίλιππος Μὴ οὗτως φησίν. τοῦτο γὰρ τέως γέγονεν, καταποθῆναι αὐτὸν μέχρι τοῦ ὀμφαλοῦ, ἵνα σωτηρία γένηται τῶν ψυχῶν ὑμῶν, ὅτι παρ᾽ ὀλίγον ἔμελλεν ἕλκειν ὑμᾶς ἐν τοῖς κακοῖς αὐτοῦ λόγοις πρὸς ἀπιστίαν. ἀλλ᾽ εἰ καὶ αὐτὸς μετενόησεν, ἀναγάγω αὐτὸν ἐκ τῆς γῆς πρὸς σωτηρίαν τῆς ψυχῆς αὐτοῦ· ἀλλὰ τάχα οὐκ ἔστιν ἄξιος σωτηρίας. ἐὰν οὖν ἐπιμείνῃ τῇ ἀπιστίᾳ, βλέψετε αὐτὸν βυθισθέντα κάτω εἰς τὴν ἄβυσσον· εἰ μὴ κύριος μέλλει τοὺς ἐν τῷ ᾅδῃ ἐγείρειν, ἵνα ὁμολογήσωσιν ὅτι κύριος Ἰησοῦς. ἐν ἐκείνῃ γὰρ τῇ ἡμέρᾳ πᾶσα γλῶσσα ἐξομολογήσεται ὅτι κύριος Ἰησοῦς, καὶ ὅτι μία δόξα τοῦ πατρὸς καὶ τοῦ υἱοῦ σὺν ἁγίῳ πνεύματι εἰς τοὺς αἰῶνας. (20) Καὶ εἰπὼν ταῦτα ὁ Φίλιππος διεπέτασεν τὴν δεξιὰν αὐτοῦ χεῖρα σκεπάσας δι᾽ ἀέρος ἐπάνω τῶν πεντακοσίων ἀνδρῶν ἐν τῷ ὀνόματι τοῦ Ἰησοῦ. καὶ ἀνεῴχθησαν αὐτῶν οἱ ὀφθαλμοί, καὶ ὕμνησαν τὸν θεὸν πάντες ἐν ἐνὶ στὀματι λέγοντες· Εὐλογοῦμέν σε Χριστὲ Ἰησοῦ τὸν θεὸν τοῦ Φιλίππου ὅτι ἐδίωξας ἀφ᾽ ἡμῶν τὴν πήρωσιν καὶ ἔδωκας ἡμῖν τὸ σὸν φῶς τὸ εὐαγγέλιον. Ὁ δὲ Φίλιππος κατ᾽ ὀλίγον ἦν ἀγαλλιώμενος τοῖς ῥήμασιν αὐτῶν, ὅτι οὕτως ἐστηρίζοντο τῇ πίστει. μετὰ δὲ ταῦτα στραφεὶς ὁ Φίλιππος πρὸς τὸν ἀρχιερέα εἶπεν· Ὁμολόγησον καὶ σὺ ἐν καθαρᾷ καρδίᾳ ὅτι κύριος Ἰησοῦς ἐστιν, ἵνα σωθῇς ὡς οὗτοι οἱ μετὰ σοῦ. Ὁ δὲ ἀρχιερεὺς ἦν καταγελῶν τοῦ Φιλίππου καὶ ἐπιμένων τῇ ἀπιστίᾳ.