(15) Ἔτι δὲ ταῦτα βοῶντος τοῦ Φιλίππου ἐξαίφνης ἠνεῴχθησαν οἱ οὐρανοί, καὶ ἐφάνη ὁ Ἰησοῦς κατελθὼν ἐν τιμιωτάτῃ δόξῃ καὶ ἀστραπῇ, καὶ τὸ πρόσωπον αὐτοῦ ἑπταπλάσιον λάμπον ὑπὲρ τὸν ἥλιον, καὶ τὰ ἱμάτια αὐτοῦ λευκότερα χιόνος, ὡς καὶ πάντα τὰ εἴδωλα τῶν Ἀθηνῶν πεσεῖν ἐξαίφνης ἐπὶ τὴν γῆν καὶ ὅλα συντριβῆναι· ἔφυγον δὲ καὶ οἱ ἐν αὐτοῖς δαίμονες οἰκοῦντες ἐκβοῶντες· Ἰδοὺ καὶ ἡμεῖς φεύγομεν διὰ τὸν ἐπιφανέντα τῇ πόλει Ἰησοῦν τὸν υἱὸν τοῦ θεοῦ. Εἶτα λέγει ὁ Φίλιππος τῷ ἀρχιερεῖ· Ἀκούεις τῶν δαιμόνων ἐκβοώντων διὰ τὸν ὀφθέντα, καὶ ἀπιστεῖς πρὸς τὸν παρόντα ὅτι αὐτὸς κύριος τῶν πάντων; Λέγει ὁ ἀρχιερεύς· Ἐγὼ οὐκ ἔχω ἄλλον θεὸν ἢ τὸν ἐν τῇ ἐρήμῳ δόντα τὸ μάννα. (16) Ἀνερχομένου δὲ τοῦ Ἰησοῦ εἰς τὸν οὐρανὸν ἐγένετο σεισμὸς μέγας σφόδρα, ὥστε σχισθῆναι τὸν τόπον ἐφ᾽ ὃν εἱστήκεισαν· καὶ δραμόντες οἱ ὄχλοι ἔκειντο πρὸς τοὺς πόδας τοῦ ἀποστόλου κράζοντες· Ἐλέησον ἡμᾶς ὦ θεοῦ ἄνθρωπε. Ὁμοίως καὶ οἱ πεντακόσιοι ἄνδρες ἔκραξαν καὶ αὐτοὶ πάλιν· Ἐλέησον ἡμᾶς ὦ Φίλιππε, ἵνα σὲ ἴδωμεν καὶ διὰ σοῦ τὸν φωστῆρα τῆς ζωῆς Ἰησοῦν· ὅτι ἐλέγομεν τούτῳ τῷ ἀπίστῳ ἀρχιερεῖ ὅτι Ἄνθρωποι ἁμαρτωλοὶ ὄντες θεῷ μάχεσθαι οὐ δυνάμεθα. (17) Τότε λέγει ὁ Φίλιππος· Οὐκ ἔστιν φθόνος ἐν ἡμῖν, ἀλλ᾽ ἡ τοῦ Χριστοῦ χάρις ἀναβλέψαι ὑμᾶς ποιήσει · πρότερον δὲ ὑμῶν τὸν ἀρχιερέα ἀναβλέψαι ποιήσω, ὅπως ἐπὶ τούτῳ πλέον ὑμεῖς πιστεύσητε. Καὶ φωνὴ ἐξ οὐρανοῦ ἠνέχθη τῷ Φιλίππῳ· Φίλιππε υἱὲ ποτὲ βροντῆς, νῦν δὲ πρᾳότητος, εἴ τι ἂν αἰτήσῃ τὸν πατέρα μου, ποιήσει σοι. Καὶ πᾶς ὁ ὄχλος ἔκθαμβος ἦν ἐπὶ τῇ φωνῇ· τὸ γὰρ ἦχος αὐτῆς μεῖζον βροντῆς ἐγένετο. Τότε λέγει ὁ Φίλιππος τῷ ἀρχιερεῖ· Ἐν τῷ ὀνόματι τῆς δυνάμεως τῆς φωνῆς τοῦ κυρίου μου Ἰησοῦ ἀνάβλεψον Ἀνανία. Καὶ εὐθέως ἀνέβλεψεν, καὶ περιβλεψάμενος εἶπεν· Ὤ φησιν τί ἐστιν τὸ τῆς μαγείας τοῦ Ἰησοῦ; ὅτι οὗτος ὁ Φίλιππος ἐν ὀλίγῳ με ἐτύφλωσεν, καὶ πάλιν ἐν ὀλίγῳ ἀναβλέψαι με ἐποίησεν. Τί οὖν; ἔφη ὁ Φίλιππος, πιστεύεις εἰς τὸν Ἰησοῦν; Λέγει ὁ ἀρχιερεύς· Μὴ γὰρ δύνασαί με μαγεῦσαι καὶ πεῖσαι; Οἱ δὲ πεντακόσιοι οἱ μετ᾽ αὐτοῦ, ἀκούσαντες ὅτι ὁ ἀρχιερεὺς αὐτῶν ἀναβλέψας ἔτι ἀπιστεῖ, ἔλεγον τοῖς παρεστῶσιν δεηθῆναι τοῦ Φιλίππου ὅπως αὐτοὺς ἀναβλέψαι ποιήσῃ, Ἵνα τὸν ἄπιστον ἀρχιερέα τοῦτον ἀνέλωμεν.