(12) Ταῦτα ἀκούσας ὁ ἀρχιερεὺς ἔδραμεν ἐπὶ τὸν Φίλιππον μαστίξαι θέλων αὐτόν, καὶ αὐτῇ τῇ ὥρᾳ ὅλη ἡ χεὶρ αὐτοῦ ἐξηράνθη καὶ οἱ ὀφθαλμοὶ αὐτοῦ ἐτυφλώθησαν· ὁμοίως δὲ καὶ οἱ πεντακόσιοι οἱ μετ᾽ αὐτοῦ ἐτυφλώθησαν καὶ αὐτοί. καὶ ἐνύβριζον καὶ κατεθεμάτιζον τὸν ἀρχιερέα λέγοντες ὅτι Ἐξερχόμενοι τὴν Ἰερουσαλὴμ ἐλέγομέν σοι· Κατάστειλον· ἄνθρωποι γὰρ ὄντες θεῷ μάχεσθαι οὐ δυνάμεθα. Ἀλλὰ δεόμεθά σου ἀπόστολε τοῦ θεοῦ τοῦ Ἰησοῦ Φίλιππε, δὸς ἡμῖν τὸ δι᾽ αὐτοῦ φῶς, ἵνα καὶ ἡμεῖς ἀληθῶς αὐτοῦ ἐσόμεθα δοῦλοι. (13) Ὁ δὲ Φίλιππος ἰδὼν τὸ γενόμενον ἔλεγεν· Ὤ ἀσθενὴς φύσις, ἥτις ἐπαίρει μὲν ἑαυτὴν ἐφ᾽ ἡμᾶς, εὐθέως δὲ εἰς ἑαυτὴν καταταπεινουμένη· ὢ ἡ πικρὰ θάλασσα τὰ ἑαυτῆς κύματα εἰς ἡμᾶς ταράσσουσα καὶ ἐκφοβεῖν νομίζουσα, ἀλλὰ παρ᾽ ἑαυτῇ τὰ κύματα κοιμίζουσα. νῦν οὖν ὁ ἡμέτερος καλὸς οἰκονόμος, Ἰησοῦ, τὸ ἅγιον φῶς, οὐ παρεῖδες ἡμᾶς τὸ σύνολον κράζοντας ἄνω πρὸς σὲ ἐν πᾶσι τοῖς καλοῖς ἔργοις, ἀλλ᾽ ἦλθες τελέσαι αὐτὰ δι᾽ ἡμῶν. νῦν οὗν ἐλθὲ Ἰησοῦ κύριε, ἔλεγξον τὴν ἀπόνοιαν τούτων. (14) Λέγει ὁ ἀρχιερεὺς τῷ Φιλίππῳ· Ἆρα μὴ νομίζεις ἀποστρέψαι ἡμᾶς ἀπὸ τῶν παραδόσεων τῶν πατέρων ἡμῶν καὶ τοῦ θεοῦ τῆς ἐρήμου τὸ μάννα καὶ Μωσέως, καὶ προσδοκᾷς ἐξακολουθῆσαι ἡμᾶς τῷ Ναζωραίῳ, τῷ Ἰησοῦ; Εἶτα λέγει αὐτῷ ὁ Φίλιππος· Ἰδοὺ δεηθήσομαι τοῦ θεοῦ μου ἵνα ἔλθῃ καὶ φανερώσῃ ἑαυτὸν ἔμπροσθέν σου καὶ τῶν πεντακοσίων καὶ ἐνώπιον τῶν ὧδε πάντων· ἴσως γὰρ πιστεύσεις μετανοήσας. ἐὰν δὲ μέχρι τέλους ἐπιμείνῃς τῇ ἀπιστίᾳ, ἔρχεται ἐπὶ σὲ παράδοξον πρᾶγμα, ὅπερ λαληθήσεται εἰς γενεὰς γενεῶν, ὥστε καὶ κατέλθῃς ζῶν κάτω εἰς τὸν ᾅδην ἐνώπιον πάντων τῶν ὁρώντων σε ὅτι ἔτι διαμένεις ἐν τῇ ἀπιστίᾳ, ὅτι καὶ ζητεῖς ἀποστρέψαι τὸ πλῆθος τοῦτο ἀπὸ τῆς ἀληθινῆς ζωῆς. Καὶ ὁ Φίλιππος προσηύξατο λέγων· Ὦ πάτερ ἅγιε τοῦ ἁγίου υἱοῦ Ἰησοῦ Χριστοῦ, ὁ χαρισάμενός μοι τὸ εἰς αὐτὸν πιστεύειν, πέμψον σου τὸν ἀγαπητὸν υἱὸν Ἰησοῦν Χριστὸν ἐλέγξαι τὸν ἄπιστον ἀρχιερέα, ἵνα τὸ σὸν ὄνομα ἐν τῷ ἀγαπητῷ Χριστῷ δοξασθῇ.