<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text><body><div type="edition" n="urn:cts:greekLit:tlg2948.tlg001.1st1K-grc1" xml:lang="grc"><div type="textpart" subtype="section" xml:base="urn:cts:greekLit:tlg2948.tlg001.1st1K-grc1" n="16"><p><label>(11)</label> Ὡς δὲ ἤκουσαν ταῦτα τὸ περιεστῶς πλῆθος, οἱ μὲν ὑπὸ τῆς πίστεως ἐστηριγμένοι οὐκ ἐκινήθησαν οὐδὲ ἐδιψύχησαν· ᾔδεισαν γὰρ ὅτι Φίλιππος νικήσει ἐν τῇ δόξῃ τοῦ Ἰησοῦ. ὁ οὖν Φίλιππος ἀπελογήσατο ἐν τῇ δυνάμει τοῦ Χριστοῦ μετὰ μεγάλης παρρησίας ἀγαλλιῶν καὶ λέγων· Ἐγὼ ἄνδρες Ἀθηναῖοι καὶ οἱ ἐν ὑμῖν φιλόσοφοι ἦλθον πρὸς ὑμᾶς οὐ λόγοις διδάξαι ἀλλ᾽ ἐν ἀποδείξει θαυμασίων, ὧν καὶ ἀπὸ μέρους τάχα ἐθεάσασθε δι᾽ ἐμοῦ γεγενημένων ἐν ἐκείνῳ τῷ ὀνόματι ᾧ οὗτος ὁ ἀρχιερεὺς ἀποβάλλεται. ἰδοὺ οὖν βοήσω πρὸς τὸν θεόν μου καὶ διδάξω ὑμᾶς, καὶ ὑμεῖς δοκιμάσατε τοὺς τῶν ἀμφοτέρων λόγους. </p></div></div></body></text></TEI>