(11) Ὡς δὲ ἤκουσαν ταῦτα τὸ περιεστῶς πλῆθος, οἱ μὲν ὑπὸ τῆς πίστεως ἐστηριγμένοι οὐκ ἐκινήθησαν οὐδὲ ἐδιψύχησαν· ᾔδεισαν γὰρ ὅτι Φίλιππος νικήσει ἐν τῇ δόξῃ τοῦ Ἰησοῦ. ὁ οὖν Φίλιππος ἀπελογήσατο ἐν τῇ δυνάμει τοῦ Χριστοῦ μετὰ μεγάλης παρρησίας ἀγαλλιῶν καὶ λέγων· Ἐγὼ ἄνδρες Ἀθηναῖοι καὶ οἱ ἐν ὑμῖν φιλόσοφοι ἦλθον πρὸς ὑμᾶς οὐ λόγοις διδάξαι ἀλλ᾽ ἐν ἀποδείξει θαυμασίων, ὧν καὶ ἀπὸ μέρους τάχα ἐθεάσασθε δι᾽ ἐμοῦ γεγενημένων ἐν ἐκείνῳ τῷ ὀνόματι ᾧ οὗτος ὁ ἀρχιερεὺς ἀποβάλλεται. ἰδοὺ οὖν βοήσω πρὸς τὸν θεόν μου καὶ διδάξω ὑμᾶς, καὶ ὑμεῖς δοκιμάσατε τοὺς τῶν ἀμφοτέρων λόγους.