<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text><body><div type="edition" n="urn:cts:greekLit:tlg2948.tlg001.1st1K-grc1" xml:lang="grc"><div type="textpart" subtype="section" xml:base="urn:cts:greekLit:tlg2948.tlg001.1st1K-grc1" n="15"><p><label>(10)</label> Ταῦτα ἀκούσας ὁ Ἀνανίας εἶπεν τῷ Φιλίππῳ· Ἀποκρι θήσομαι τοῖς πᾶσιν. Καὶ εἶπεν ὁ Φίλιππος· Λάλησον. Λέγει ὁ ἀρχιερεύς· Ὦ ἄνδρες τῆς Ἑλλάδος, οὗτος ὁ Φίλιππος πιστεύει εἰς ἄνθρωπον καλούμενον Ἰησοῦν, ὃς ἐγεννήθη ἐν ἡμῖν, ὃς καὶ ἐδίδαξεν τὴν αἵρεσιν ταύτην, καὶ τὸν νόμον καὶ τὸν ναὸν κατέλυσεν, καὶ τὸν καθαρισμὸν τὸν διὰ Μωσέως κατήργησεν καὶ τὰ σάββατα καὶ τὰς νεομηνίας, Ὅτι φησὶν οὐκ εἰσὶν ὑπὸ θεοῦ τεταγμέναι. Καὶ ὡς εἴδομεν ὅτι τὸν νόμον οὗτος καταλύει, ἐπαναστάντες ἐσταυρώσαμεν αὐτόν, ἵνα μὴ πληθυνθῇ ἡ διδαχὴ αὐτοῦ· ἐστράτευσεν γὰρ ὑπ᾽ αὐτῶν πλήθη πολλά, καὶ ἔδωκεν μαρτυρίαν οὐ καλήν, ἐσθίειν τε πάντα ἁπλῶς καὶ συμμιγεῖς εἶναι μετὰ τῶν ἐθνῶν. καὶ τοῦτον παραδόντες ἐφονεύσαμεν καὶ κατεθάψαμεν αὐτὸν ἐν μνημείῳ· οὗτοι δὲ οἱ μαθηταὶ αὐτοῦ κλέψαντες αὐτὸν διεκήρυξαν πανταχοῦ ὅτι ἠγέρθη ἐκ τῶν νεκρῶν, καὶ ἐπλάνησαν πολὺ πλῆθος, ὁμολογήσαντες αὐτὸν εἶναι ἐκ δεξιῶν τοῦ θεοῦ ἐν οὐρανοῖς ἀλλὰ δὲ καὶ αὐτοὶ οὗτοι τὴν περιτομὴν ἔχοντες ὡς καὶ ἡμεῖς· οὓς καὶ ἐδιώξαμεν, ἐπειδὴ πολλὰς δυνάμεις ἤρξαντο ποιεῖν ἐν <pb facs="actaphilippietac00bonnuoft_0057"/> Ἰερουσαλὴμ διὰ τοῦ ὀνόματος τοῦ Ἰησοῦ· καὶ ἐκβληθέντες ἐξ Ἰερουσαλὴμ περιέρχονται τὴν οἰκουμένην καὶ πάντας ἀπατῶσιν ἐν τῇ μαγείᾳ ἐκείνου τοῦ Ἰησοῦ, ὡς καὶ νῦν οὗτος ὁ Φίλιππος ἦλθεν πρὸς ὑμᾶς τῇ αὐτῇ τέχνῃ ἀπατῆσαι ὑμᾶς. ἀλλ᾽ ἐγὼ τοῦτον μεθ᾽ ἑαυτοῦ ἀποφέρω εἰς Ἱερουσαλήμ, ὅτι καὶ ζητεῖ αὐτὸν ὁ Ἀρχέλαος ὁ βασιλεὺς τοῦ ἀποκτεῖναι αὐτόν. </p></div></div></body></text></TEI>