(37) σὺ δὲ Bαρθολομαῖε γενοῦ καλὸς δοκιμαστής, καὶ δώσεις τὰς παραγγελίας ταύτας τῷ Στάχυϊ καὶ καταστήσεις αὐτὸν ἐπίσκοπον. μὴ ἐμπιστεύσῃς δὲ τὸν τόπον τῆς ἐπισκοπῆς νεωτέρῳ, ἵνα μὴ καταισχυνθῇ τὸ εὐαγγέλιον τοῦ Χριστοῦ· πᾶς δὲ ὁ διδάσκων ἐχέτω τὰ ἔργα ἴσα τοῖς λόγοις. ἐγὼ δὲ ὑπάγω πρὸς τὸν κύριον· καὶ λάβε τὸ σῶμά μου καὶ ἐνταφίασον αὐτὸ ἐν χάρταις κυριακαῖς, καὶ μὴ ἐπιβάλῃς μοι ὀθόνην λινῆν, ὅτι τὸ σῶμα τοῦ κυρίου ἐν σινδόνι ἐνειλήθη. ἐνταφιάσας μου τὸ σῶμα ἐν ταῖς χάρταις σφίγξον αὐτὸ παπύροις, καὶ χῶσον αὐτὸ ἐν τῇ ἐκκλησίᾳ. καὶ γίνεσθε εὐχόμενοι ὑπὲρ ἐμοῦ ἐπὶ ἡμέρας τεσσαράκοντα ἵνα ἀφῇ μοι ὁ κύριος τὴν παράβασιν ἢν παρέβην ἀποδώσας τοῖς κακοποιήσασίν μοι. ἴδε ὦ Βαρθολομαῖε πῶς στάζει τὸ αἷμά μου ἐπὶ τῆς γῆς· φυτὸν ἀνατελεῖ ἀπὸ τοῦ αἵματός μου, καὶ γενήσεται ἄμπελος καὶ ποιήσει καρπὸν σταφυλῆς. καὶ λαβόντες τὸν βότρυν ἀποθλίψατε αὐτὸν εἰς τὸ ποτήριον· καὶ μεταλαβόντες εἰς τὴν τρίτην ἡμέραν ἀναπέμψατε εἰς ὕψος τὸ ἀμήν, ἵνα γένηται τελεία προσφορά. (38) Καὶ εἰπὼν ταῦτα ὁ Φίλιππος ηὔξατο οὕτως· Κύριε Ἰησοῦ Χριστέ, ὁ πατὴρ τῶν αἰώνων, βασιλεῦ τοῦ φωτός, ὁ σοφίσας ἡμᾶς ἐν τῇ σοφίᾳ σου καὶ δοὺς ἡμῖν τὴν σὴν σύνεσιν, ἐχαρίσω δὲ ἡμῖν τὴν βουλὴν τῆς ἀγαθότητός σου, ὁ μηδέποτε χωρισθεὶς ἡμῖν, σὺ εἶ ὁ αἴρων τὴν νόσον τῶν καταφευγόντων εἰς σέ· σὺ εἶ ὁ δεδωκὼς ἡμῖν τὴν σὴν παρρησίαν τῆς σοφίας, ὁ δεδωκὼς ἡμῖν σημεῖα καὶ τέρατα καὶ ἐπιστρέψας τοὺς πλανηθέντας, ὁ στεφανῶν τοὺς νικῶντας τὸν ἀντίπαλον, ὁ καλὸς ἀγωνοθέτης· ἐλθὲ νῦν Ἰησοῦ καὶ δός μοι τὸν στέφανον τῆς νίκης αἰώνιον κατὰ πάσης ἐναντίας ἀρχῆς καὶ ἐξουσίας, καὶ μὴ καλυψάτω με ὁ σκοτεινὸς αὐτῶν ἀήρ, ὅπως διαπεράσω τὰ τοῦ πυρὸς ὕδατα καὶ πᾶσαν τὴν ἄβυσσον. κύριέ μου Ἰησοῦ Χριστέ, μὴ σχῇ χώραν ὁ ἐχθρὸς κατηγορῆσαί μου ἐπὶ τοῦ βήματός σου, ἀλλ᾽ ἔνδυσόν με τὴν ἔνδοξόν σου στολήν, τὴν φωτεινήν σου σφραγῖδα τὴν πάντοτε λάμπουσαν, ἕως ἂν παρέλθω πάντας τοὺς κοσμοκράτορας καὶ τὸν πονηρὸν δράκοντα τὸν ἀντικείμενον ἡμῖν. νῦν οὖν κύριέ μου Ἰησοῦ Χριστὲ ποίησόν μοι ἀπαντῆσαί σοι ἐν τῷ ἀέρι, χαρισάμενός μοι τὴν ἀνταπόδοσιν ἣν ἀνταπέδωκα τοῖς ἐχθροῖς μου· καὶ μεταμόρφωσον τὴν μορφὴν τοῦ σώματός μου ἐν ἀγγελικῇ δόξῃ· καὶ ἀνάπαυσόν με ἐν τῇ μακαριότητί σου, καὶ λήψομαι τὸ παρὰ σοῦ ἐπάγγελμα ὃ ἐπηγγείλω τοῖς ἀγίοις σου εἰς τοὺς αἰῶνας. ἀμήν. (39) Καὶ ταῦτα εἰπὼν ὁ Φίλιππος παρέδωκεν τὸ πνεῦμα, πάντων τῶν ὄχλων βλεπόντων εἰς αὐτὸν καὶ κλαιόντων καὶ λεγόντων· Ἐπληρώθη ἐν εἰρήνῃ ὁ βίος τούτου τοῦ πνεύματος. Καὶ ἔλεγον τὸ ἀμήν.