(34) Τινὲς δὲ τῶν πιστῶν προσέδραμον ἵνα καθέλωσιν τὸν Φίλιππον καὶ ἀροῦσιν ἀπ᾽ αὐτοῦ τοὺς σιδηροῦς κόρακας καὶ τοὺς ὀγκίνους ἐκ τῶν σφυρῶν. ὁ δὲ Φίλιππος εἶπεν· Μὴ τεκνία, μὴ ἐγγίσητέ μοι ἕνεκεν τούτου, ὅτι οὕτως ἔσται ἡ τελείωσίς μου. ἀκούσατέ μου οἱ φωτισθέντες ἐν κυρίῳ, ὅτι ἦλθον εἰς τὴν πόλιν ταύτην οὐκ ἐμπορείαν τινὰ ποιήσασθαι, οὐκ ἄλλην τινὰ πρᾶξιν, ἐκληρώθην δὲ ἐξελθεῖν ἐκ τοῦ σώματός μου εἰς τὴν πόλιν ταύτην ἐν ᾧ ὁρᾶτέ με σχήματι. μὴ οὖν λυπηθῆτε ὅτι κρέμαμαι οὕτως· τὸν γὰρ τύπον φέρω τοῦ πρώτου ἀνθρώπου κατὰ κεφαλῆς ἐνεχθέντος ἐπὶ τῆς γῆς καὶ πάλιν διὰ τοῦ ξύλου τοῦ σταυροῦ ζωοποιηθέντος ἐκ τοῦ θανάτου τῆς παραβάσεως. καὶ νῦν ἀποπληρῶ τὸ προσταχθέν μοι· εἶπεν γάρ μοι ὁ κύριος· Ἐὰν μὴ ποιήσητε ὑμῶν τὰ κάτω εἰς τὰ ἄνω, καὶ τὰ ἀριστερὰ εἰς τὰ δεξιά, οὐ μὴ εἰσέλθητε εἰς τὴν βασιλείαν μου. Μὴ οὖν ὁμοιωθῆτε τῷ ἀντιπαρηλλαγμένῳ τόπῳ, ὅτι πᾶς κόσμος ἐνήλλακται, καὶ πᾶσα ψυχὴ ἀναστρεφομένη ἐν σώματι γίνεται ἐν λήθῃ τῶν ἐπουρανίων. ἡμεῖς δὲ ἔχοντες τὴν τῶν ἐπουρανίων δόξαν μὴ ζητήσωμεν τὸ ἐκτός, ὅπερ ἐστὶν τὸ σῶμα καὶ ὁ οἶκος τῆς δουλείας. μὴ γίνεσθε ἄπιστοι ἀλλὰ πιστοί· καὶ ἀφίετε ἀλλήλοις. ἰδοὺ κρέμαμαι ἡμέρας ἕξ, ἔχω δὲ μέμψιν τοῦ ἀληθινοῦ κριτοῦ, ὅτι ὅλως ἀπέδωκα ὑμῖν κακά, καὶ ἔθηκα πρόσκομμα τῇ εὐθύτητί μου. καὶ νῦν ἀνέρχομαι εἰς ὕψος. μὴ γίνεσθε στυγνοί, ἀλλὰ μᾶλλον χάρητε ὅτι καταλιμπάνω τὸ κατοικητήριον τοῦτο τὸ σῶμά μου, ἐκφυγὼν τὴν φθορὰν τοῦ δράκοντος τοῦ κολάζοντος πᾶσαν ψυχὴν τὴν ἐν ἁμαρτίαις οὖσαν. (35) Καὶ περιβλεψάμενος ὁ Φίλιππος κύκλῳ τοὺς ὄχλους εἶπεν· Ὦ ὑμεῖς οἱ ἀνελθόντες ἐκ νεκρῶν ἀπὸ τοῦ ᾅδον καὶ τῆς καταποντίσεως τῆς ἀβύσσου, καὶ σταυρὸς φωτεινὸς ἀνήγαγεν ὑμᾶς εἰς τὸ ὕψος διὰ τὴν ἀγαθότητα τοῦ πατρὸς καὶ τοῦ υἱοῦ καὶ τοῦ ἁγίου πνεύματος· οὗτος θεὸς ὢν ἄνθρωπος ἐγένετο, σαρκωθεὶς ἐκ τῆς παρθένου Μιαρίας, ἀθάνατος μένων σαρκί, καὶ ἐν τῷ θανάτῳ γενόμενος ἤγειρεν τοὺς νεκρούς, ἐλεήσας τὸ τῶν ἀνθρώπων γένος, ἀνελὼν τὸ κέντρον τῆς ἁμαρτίας· μέγας ἦν καὶ ἐγένετο μικρὸς δι᾽ ἡμᾶς, ἕως οὗ αὐξήσῃ τοὺς μικροὺς καὶ εἰσενέγκῃ εἰς τὸ μέγεθος αὐτοῦ. καὶ αὐτός ἐστιν ὁ ἔχων τὴν γλυκύτητα, καὶ ἐνέπτυσαν αὐτὸν ποτίσαντες αὐτὸν χολήν, ἵνα ποιήσῃ τοὺς πικρανθέντας τῆς γλυκύτητος αὐτοῦ γεύσασθαι. προσκολλήθητε οὖν αὐτῷ καὶ μὴ ἐγκαταλείψητε αὐτόν· αὐτὸς γάρ ἐστιν ἡ ζωὴ ἡμῶν εἰς τοὺς αἰῶνας. (36) Ὅτε δὲ ἐπλήρωσεν τὴν ἐπαγγελίαν ταύτην ὁ Φίλιππος, λέγει αὐτοῖς· Λύσατε τὸν Βαρθολομαῖον. Καὶ προσελθόντες ἔλυσαν αὐτόν. ὅτε οὖν ἔλυσαν αὐτόν, λέγει αὐτῷ ὁ Φίλιππος· Βαρθολομαῖε ἀδελφέ μου ἐν κυρίῳ, οἶδας ὅτι ὁ κύριος ἀπέσταλκέν σε σὺν ἐμοὶ εἰς τὴν πόλιν ταύτην, καὶ ἐκοινώνησάς μοι εἰς πάντας τοὺς κινδύνους μετὰ τῆς ἀδελφῆς ἡμῶν Μαριάμνης· ἀλλὰ γίνωσκε ὅτι ἡ ἔξοδος τοῦ σώματός σου ἐτάγη ἐν τῇ Λυκαονίᾳ, καὶ τῇ Μαριάμνῃ ἐκληρώθη ἐξελθεῖν ἀπὸ τοῦ σώματος εἰς τὸν Ἰορδάνην ποταμόν. νῦν οὖν ἐντέλλομαι ὑμῖν ὅτι ὅτε ἐξέλθω ἀπὸ τοῦ σώματός μου οἰκοδομήσατε εἰς τὸν τόπον τοῦτον ἐκκλησίαν ἐν ᾧ ἐξέλθω ἀπὸ τοῦ σώματος. καὶ τὸν λεόπαρδον καὶ τὸν ἔριφον τῶν αἰγῶν ἐάσατε εἰς τὴν ἐκκλησίαν εἰς σημεῖον τῶν πιστευόντων, καὶ ἡ Νικανόρα δὲ προνοείσθω αὐτῶν ἕως ἂν ἐξέλθωσιν ἀπὸ τοῦ σώματος· καὶ ὅταν ἐξέλθωσιν, θάψατε αὐτὰ πρὸς τὸν πυλῶνα τῆς ἐκκλησίας. καὶ τὴν εἰρήνην ὑμῶν θέσθε ἐν τῇ οἰκίᾳ τοῦ Στάχυος, ὥσπερ ὁ κύριος ἔθηκεν τὴν ἑαυτοῦ εἰρήνην ἐν τῇ πόλει ταύτῃ. ἔστωσαν δὲ ἐν τῇ οἰκίᾳ ἐκείνᾳ πᾶσαι αἱ παρθένοι αἱ πιστεύουσαι καθ᾽ ἑκάστην ἡμέραν ἐπισκέπτουσαι τοὺς νοσοῦντας, βαδίζουσαι ἀνὰ δύο δύο· ἀλλὰ μὴ ὁμιλείτωσαν μετὰ νεανίσκων, ἵνα μὴ πειράσῃ αὐτὰς ὁ Σατανᾶς· ὄφις γάρ ἐστιν ἕρπων, καὶ ἐποίησεν διὰ τῆς Εὔας τὸν Ἀδὰμ ὀλισθῆσαι εἰς θάνατον· μή οὕτως πάλιν ἔσται ἐν τῷ καιρῷ τούτῳ ὥσπερ ἐπὶ τῆς Εὔας.