<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text><body><div type="edition" n="urn:cts:greekLit:tlg2948.tlg001.1st1K-grc1" xml:lang="grc"><div type="textpart" subtype="section" xml:base="urn:cts:greekLit:tlg2948.tlg001.1st1K-grc1" n="14"><p><label>(9)</label> Καὶ ἐνδυσάμενος τὸ ἔνδυμα τὸ ἀρχιερατικὸν παρεγένετο εἰς τὴν Ἑλλάδα ἐν μεγάλῃ φαντασίᾳ μετὰ τῶν πεντακοσίων ἀνδρῶν. ὁ δὲ Φίλιππος ἦν ἐν οἰκίᾳ πρώτου τινὸς τῆς πόλεως μετὰ τῶν πεπιστευκότων ἀδελφοῶν. ὁ δὲ ἀρχιερεὺς καὶ οἱ σὺν αὐτῷ καὶ οἱ τριακόσιοι φιλόσοφοι ἀνῆλθον εἰς τὸ προπύλαιον τῆς οἰκίας ἔνθα ἧν ὁ Φίλιππος. καὶ ἐμηνύθη <pb facs="actaphilippietac00bonnuoft_0056"/> τῷ Φιλίππῳ ἑστάναι αὐτοὺς ἔξω· καὶ ἀναστὰς ἐξῆλθεν. καὶ ὡς εἶδεν αὐτὸν ὁ ἀρχιερεύς, λέγει πρὸς αὐτόν· Ὧ Φίλιππε φαρμακὲ καὶ μάγε· γνωρίζω γάρ σε ὅτι εἰς Ἱερουσαλὴμ ὁ κύριός σου ὁ πλάνος ὠνόμασέν σε υἱὸν βροντῆς· οὐκ ἤρκεσεν ὑμῖν πᾶσα ἡ Ἰουδαία, ἀλλὰ καὶ ὧδε ἤλθατε πλανῆσαι Ἀθηναίους ἄνδρας φιλοσόφους; Καὶ ὁ Φίλιππος εἶπεν· Εἴθε ὦ Ἀνανία ἀφῄρητο τὸ κάλυμμά σου τῆς ἀπιστίας ἀπὸ τῆς καρδίας σου, ἵνα γνῷς τοὺς λόγους σου καὶ ἀπ᾽ αὐτῶν μάθῃς εἰ ἄρα πλάνος ἐγὼ ἢ σύ. </p></div></div></body></text></TEI>