(31) Καὶ λέγει ὁ σωτὴρ τῷ Φιλίππῳ· Ἀλλ᾽ ἐπειδὴ παρήκουσάς μου καὶ ἀπέδωκας κακὸν ἀντὶ κακοῦ καὶ οὐκ ἐφύλαξας τὴν ἐντολήν μου, διὰ τοῦτο τελειωθήσῃ μὲν ἐνδόξως καὶ χειραγωγηθήσῃ ὑπὸ τῶν ἁγίων μου ἀγγέλων καὶ ἐλεύσῃ μετ᾽ αὐτῶν ἕως τοῦ παραδείσου τῆς τρυφῆς· καὶ αὐτοὶ μὲν ἐλεύσονται πρός με εἰς τὸν παράδεισον, σὲ δὲ κελεύσω ἀποκλεισθῆναι ἔξω τοῦ παραδείσου ἕως ἡμερῶν τεσσαράκοντα, θαμβούμενον ὑπὸ τῆς φλογίνης καὶ στρεφομένης ῥομφαίας, καὶ στενάξεις ὅτι ἐκάκωσας τοὺς κακώσαντάς σε· καὶ μετὰ τεσσαράκοντα ἡμέρας ἀποστελῶ τὸν ἀρχάγγελόν μου Μιχαὴλ· καὶ κρατήσει τὴν ῥομφαίαν τὴν φυλάσσουσαν τὸν παράδεισον, καὶ ὄψει πάντας τοὺς δικαίους οἱτινες ἐν τῇ ἀκακίᾳ αὐτῶν ἐπορεύθησαν, καὶ τότε προσκυνήσεις τὴν δόξαν τοῦ πατρός μου τοῦ ἐν τοῖς οὐρανοῖς· πλὴν τὸ σημεῖον τῆς ἐξελεύσεως σου δοξασθήσεται ἐν τῷ σταυρῷ μου. καὶ ὁ Βαρθολομαιῖος δὲ ἀπελθὼν ἐν Λυκαονία καὶ αὐτὸς ἐκεῖ σταυρωθήσεται· ἡ δὲ Μαριάμνη τὸ σῶμα αὐτῆς ἀποτίθεται ἐν τῷ Ἰορδάνῃ ποταμῶ. ἐγὼ δὲ ὦ Φίλιππε οὐκ ἀνέξομαί σου ὅτι κατεπόντισας τοὺς ἀνθρώπους εἰς τὴν ἄβυσσον· ἀλλ᾽ ἰδοὺ τὸ πνεῦμά μου ἐν αὐτοῖς, καὶ ἀναγάγω αὐτούς, καὶ οὕτως ἰδόντες σε πιστεύσωσιν ἐν τῇ δόξῃ τοῦ ἀποστείλαντός σε. (32) Καὶ στραφεὶς ὁ σωτὴρ ἀνέτεινεν τὴν ἑαυτοῦ χεῖρα καὶ ἐχάραξεν σταυρὸν ἐν τῷ ἀέρι καταβαίνοντα ἀπὸ τῶν ἄνω ἕως τῆς ἀβύσσου, καὶ ἐπλήσθη ἡ ἄβυσσος φωτός καὶ ἦν ὁ σταυρὸς ἐν ὁμοιώματι ματι κλίμακος ἐχούσης βαθμούς· καὶ ἐφώνησεν φωνὴν ὁ σωτὴρ τοῖς ἐν τῇ ἀβύσσῳ λέγων· Ἀνέλθετε πάντες διὰ τοῦ σταυροῦ, ὅτι καὶ ὁ ἀπόστολος Φίλιππος νῦν ἐσπλαγχνίσθη ἐφ᾽ ὑμᾶς δι᾽ ἐμέ, ἵνα πάλιν θεάσησθε τὸ φῶς τοῦ θεοῦ· καὶ ἰδοὺ ὅλον τὸ πλῆθος τῶν κατενεχθέντων εἰς τὴν ἄβυσσον ἀνέβησαν· ἔμεινεν δὲ κάτω ὁ ἀνθύπατος καὶ ἡ ἔχιδνα ἥν ἐσέβοντο. ὅτε δὲ ἀνῆλθον οἱ ὄχλοι, ἐμβλέψαντες εἰς τὸν Φίλιππον κατὰ κεφαλῆς κρεμά—· μενον ἐκόψαντο κοπετὸν καὶ θρῆνον μέγαν ἐπὶ τῇ παρανομίᾳ ᾗ ἐποίησαν· εἶδον δὲ καὶ τὸν Βαρθολομαῖον καὶ τὴν Μαριάμνην ἔχουσαν τὸν πρῶτον τύπον. καὶ ἰδοὺ ὁ κύριος ἀνῆλθεν εἰς τοὺς οὐρανοὺς βλεπόντων τοῦ τε Φιλίππου καὶ τοῦ Βαρθολομαίου καὶ τῆς Μαριάμνης καὶ τοῦ Στάχυος καὶ πάντων τῶν πιστῶν λαῶν· καὶ ἦσαν σιγῇ δοξάζοντες τὸν θεὸν ἐν φόβῳ καὶ τρόμῳ. πάντες δὲ οἱ ὄχλοι ἔκραξαν λέγοντες· Εἷς θεὸς ὃν κηρύττουσιν οὗτοι οἱ ἄνθρωποι ἐν ἀληθείᾳ· εἷς θεὸς ὁ ἀποστείλας αὐτοὺς ἐπὶ τῇ ἡμετέρᾳ σωτηρίᾳ. μετανοοῦμεν νῦν ἀληθῶς ἐπὶ τῇ μεγάλῃ ἡμῶν πλάνῃ, ὅτι οὔ πω ἐσμὲν ἄξιοι τῆς αἰωνίου ζωῆς· νῦν πιστεύομεν, ὅτι ἐθεασάμεθα μεγάλα θαυμάσια, ὅτι ἀνήγαγεν ἡμᾶς ὁ σωτὴρ ἀπὸ τῆς ἀβύσσου. Καὶ ἔπεσαν πάντες ἐπὶ πρόσωπον καὶ προσεκύνησαν τῷ Φιλίππῳ, καὶ παρεκάλουν, ἕτοιμοι ὄντες τοῦ φυγεῖν, μὴ ποιήσῃ ἕτερον σημεῖον· καὶ ἐδέοντο ἵνα ἄξιοι γένωνται τῆς τοῦ Χριστοῦ παρουσίας. (33) Ὁ δὲ Φίλιππος ἔτι κρεμάμενος προσεφώνησεν αὐτοῖς καὶ εἶπεν· Ἀκούσατε καὶ μάθετε πόσαι εἰσὶν αἱ δυνάμεις τοῦ θεοῦ μου, ἀναμιμνησκόμενοι ἅπερ κάτω εἴδετε, καὶ πῶς ἡ πόλις ὑμῶν κατεστράφη, πλὴν τῆς οἰκίας τοῦ εἰσδεξαμένου με· καὶ νῦν ἡ γλυκύτης τοῦ θεοῦ μου ἀνήγαγεν ὑμᾶς ἐκ τῆς ἀβύσσου, κἀγὼ ὀφειλέτης εἰμὶ τεσσαράκοντα ἡμέρας κύκλῳ τοῦ παραδείσου περισκοπεύων δι᾽ ὑμᾶς, ὅτι ὠργίσθην ὑμῖν εἰς ἀνταπόδοσιν· καὶ ταύτην μόνην τὴν ἐντολὴν οὐκ ἐφύλαξα, ὅτι οὐκ ἔδωκα ὑμῖν ἀντάλλαγμα τοῦ κακοῦ τὸ ἀγαθόν. ἀλλὰ λέγω ὑμῖν, ἀπὸ τοῦ νῦν ἐν τῇ ἀγαθότητι τοῦ θεοῦ ἀποβάλετε τὴν κακίαν, ὅπως ἄξιοι γένησθε τῆς τοῦ κυρίου εὐχαριστίας.