(25) Ὡς δὲ ἤκουσαν τούτους τοὺς λόγους παρὰ τοῦ Ἰωάννου, ἐπῆραν ἐπ᾽ αὐτὸν τὰς χεῖρας λέγοντες· Ἐδόξαμεν συμπολίτην σε εἶναι, νῦν δὲ ἐφανέρωσας σεαυτὸν ὅτι κοινωνὸς αὐτῶν εἶ· ὡς αὐτοὶ οὕτως καὶ σὺ θανατωθήσῃ· οἱ γὰρ ἱερεῖς ἐσκέψαντο στραγγίσαι ὑμῶν τὸ αἷμα καὶ οἴνῳ μίξαντες τῇ ἐχίδνῃ προσαγαγεῖν τοῦ ποτίσαι αὐτήν. Ὡς οὖν ἐπέβαλον οἱ ἱερεῖς τοῦ κρατῆσαι τὸν Ἰωάννην, παρελύθησαν αἱ χεῖρες αὐτῶν. ὁ δὲ Ἰωάννης εἶπεν τῷ Φιλίππῳ· Οὐ μὴ ἀποδῶμεν κακὸν ἀντὶ κακοῦ. Ὁ δὲ Φίλιππος εἶπεν πρὸς τὸν Ἰωάννην· Ἰδοὺ δή, ποῦ ἐστιν ὁ κύριός μου Ἰησοῦς ὁ εἰπών μοι τοῦ μὴ ἐκδικῆσαι ἐμαυτόν; ἀλλά γε λοιπὸν οὐκ ἀνέξομαι, τελέσω δὲ ἐπ᾽ αὐτοὺς τὸ ἐμβρίμημά μου καὶ ὅλους αὐτοὺς ἀφανίσω. (26) Ὁ δὲ Ἰωάννης καὶ Βαρθολομαῖος καὶ Μαριάμνη διεκώλυον αὐτὸν λέγοντες ὅτι Ὁ διδάσκαλος ἡμῶν ἐραπίσθη, ἐμαστίχθη, ἐξετάσθη, χολὴν καὶ ὄξος ἐποτίσθη, καὶ ἔλεγεν· Πάτερ ἄφες αὐτοῖς, οὐ γὰρ οἴδασιν τί ποιοῦσιν. Κἀκεῖνο δὲ ἐδίδαξεν εἰπών· Μάθετε ἀπ᾽ ἐμοῦ ὅτι πρᾷός εἰμι καὶ ταπεινὸς τῇ καρδίᾳ. Καὶ ἡμεῖς οὖν ὑπομείνωμεν. Λέγει ὁ Φίλιππος· Ἀπόστητε καὶ μὴ πραΰνετέ με, ὅτι οὐκ ἀνέξομαι ὑμῶν, ὅτι ἐπὶ κεφαλῆς ἐκρέμασάν με, σιδήροις ἐπερόνησαν τὰ σφυρά μου καὶ τὰς πτέρνας μου. καὶ σὺ ἀγαπητὲ τοῦ θεοῦ Ἰωάννη, πόσα αὐτοῖς διελέξω καὶ οὐχ ὑπηκούσθης. διὸ συγχωρῄσατέ μοι καὶ καταράσομαι αὐτούς, καὶ ἐξολοθρευθήσονται ἐν ἐνί. Καὶ ἤρξατο καταρᾶσθαι αὐτοὺς ἐπικαλούμενος καὶ κράζων ἑβραϊστί· Ἀβαλώ, ἀριμουνί, δουθαήλ, θαρσελεήν, ναχαώθ, ἀειδουνάφ, τελετελοεῖν· Τοῦτ᾽ ἔστιν Ὁ πατὴρ τοῦ Χριστοῦ, ὁ μόνος καὶ παντοκράτωρ θεός, θεὲ ὃν φρίττουσιν οἱ πάντες αἰῶνες, ὁ δυνατὸς καὶ ἀπροσωπόληπτος δικαστὴς, οὗ τὸ ὄνομά ἐστιν ἐν τῇ σῇ δυναστείᾳ Σαβαώθ ἀήλ, εὐλογητὸς εἶ εἰς τοὺς αἰῶνας· σὲ τρέμουσιν ἀρχαὶ καὶ ἐξουσίαι τῶν ἐπουρανίων καὶ τὰ ἐμβριμήματα τῶν χερουβικῶν ζῴων πυρίπνοα ἑστῶτα· ὁ βασιλεὺς ὁ ἅγιος τῆς μεγαλειότητος, οὗ τὸ ὄνομα ἔφθασεν εἰς τὰ θηρία τῆς ἐρήμου καὶ ἡσύχασαν καὶ αἰσθητικῇ φωνῇ ᾔνεσάν σε, ὁ ἐπιβλέπων ἡμῖν καὶ διδοὺς ἑτοίμως τὰ αἰτήματα ἡμῶν, ὁ ἐπιγνοὺς ἡμᾶς πρὸ τοῦ πλασθῆναι, ὁ ἐπίσκοπος πάντων· νῦν, δέομαι, ἀνοιξάτω ὁ μέγας ᾅδης τὸ στόμα αὐτοῦ, ἡ ἄβυσσος ἡ μεγάλη, καὶ καταπιέτω τοὺς ἀθέους τούτους τοὺς μὴ βουληθέντας χωρῆσαι τὸν λόγον τῆς ἀληθείας ἐν τῇ πόλει ταύτῃ· ναὶ Σαβαώθ. (27) Καὶ ἰδοὺ ἐξαίφνης ἠνεῴχθη ἡ ἄβυσσος, καὶ κατεπόθη ὅλος ὁ τόπος ἐν ᾧ ἐκάθητο ὁ ἀνθύπατος καὶ ὅλον τὸ ἱερόν, καὶ ἡ ἔχιδνα ἣν ἐσέβοντο, καὶ ὄχλοι πολλοὶ καὶ οἱ ἱερεῖς τῆς ἐχίδνης, ὡς ἄνδρες ἑπτακισχίλιοι χωρὶς γυναικῶν καὶ παιδίων· πλὴν ὅπου ἦσαν οἱ ἀπόστολοι ἔμειναν ἀσάλευτοι· καὶ ὁ ἀνθύπατος κατεπόθη εἰς τὴν ἄβυσσον. καὶ ἦσαν αἱ φωναὶ αὐτῶν ἀνερχόμεναι κάτωθεν, μετὰ κλαυθμοῦ λέγοντες· Ἐλέησον ἡμᾶς ὁ τῶν ἐνδόξων σου ἀποστόλων θεός, ὅτι ἄρτι ὁρῶμεν τὰς κρίσεις τῶν μὴ ὁμολογησάντων τὸν σταυρωθέντα· ἰδού, ὁ σταυρὸς φωτίζει ἡμᾶς. Ἰησοῦ Χριστέ, φάνηθι ἡμῖν, ὅτι ζῶντες πάντες κατερχόμεθα εἰς τὸν ᾅδην καὶ μαστιζόμεθα, ὅτι ἀδίκως τοὺς σοὺς ἀποστόλους ἐσταυρώσαμεν. Καὶ ἠκούσθη φωνὴ λέγοντος· Ἵλεως ἔσομαι ὑμῖν ἐν τῷ φωτεινῷ μου σταυρῷ. (28) Ἀπέμειναν δὲ ὅ τε Στάχυς καὶ πᾶς ὁ οἶκος αὐτοῦ, καὶ ἡ τοῦ ἀνθυπάτου γυνή, καὶ ἄλλαι πεντήκοντα γυναῖκες αἵτινες ἐπίστευσαν σὺν αὐτῇ ἐπὶ τὸν κύριον, καὶ ἄλλο πλῆθος ἀνδρῶν τε καὶ γυναικῶν, καὶ παρθένοι ἑκατόν, αἵτινες οὐ κατεποντίσθησαν διὰ τὴν ἁγνείαν αὐτῶν, ἐσφραγισμέναι τῇ σφραγῖδι τοῦ Χριστοῦ. (29) Τότε ὁ κύριος φανεὶς τῷ Φιλίππῳ εἶπεν· Ὦ  Φίλιππε, οὐκ ἤκουσας Μὴ ἀποδώσῃς κακὸν ἀντὶ κακοῦ; Καὶ διὰ τί τοσοῦτον ἔπληξας ἀφανισμῷ; ὦ Φίλιππε, τίς θέμενος τὴν χεῖρα αὐτοῦ ἐπ᾽ ἄροτρον καὶ βλέπων εἰς τὰ ὀπίσω εὔθετός ἐστιν αὐτοῦ ἡ αὖλαξ; ἢ τίς παραχωρεῖ τὸν ἑαυτοῦ λύχνον ἑτέρῳ καὶ αὐτὸς ἐν σκότει καθέζεται; ἢ τίς καταλείπει τὸ ἑαυτοῦ οἰκητήριον καὶ αὐτὸς οἰκεῖ ἐν κοπρία; τίς δὲ ἐάσας τὸ ἑαυτοῦ ἔνδυμα ἐν χειμῶνι πορεύεται γυμνός; ἢ τίς χαρήσεται ἐχθρὸς ἐν τῇ χαρᾷ τοῦ μισοῦντος αὐτόν; τίς δὲ στρα τιώτης πορεύεται ἐπὶ πόλεμον ἄνευ πανοπλίας; τίς δὲ δοῦλος πληρώσας τὸ τοῦ κυρίου αὐτοῦ πρόσταγμα οὐκ ἐπαινεθήσεται; τίς δὲ ἐν σταδίῳ γενναίως δραμὼν οὐ λαμβάνει τὸ βραβεῖον; τίς δὲ πλύνας τὰ ἱμάτια αὐτοῦ ἡδέως αὐτὰ μολύνει; ὦ Φίλιππε ἰδοὺ ὁ νυμφών μου ἕτοιμός ἐστιν, ἀλλὰ μακάριός ἐστιν ὁ εὑρεθεὶς ἐν αὐτῷ ἔχων τὸ ἔνδυμα λαμπρόν· αὐτὸς γάρ ἐστιν ὁ λαμβάνων τὸν στέφανον ἐπὶ τῆς κεφαλῆς αὐτοῦ. ἰδοὺ τὸ δεῖπνον ἕτοιμον, καὶ μακάριος ὁ καλούμενος καὶ ἕτοιμος γενόμενος ἐλθεῖν πρὸς τὸν κεκληκότα αὐτόν. πολύς ἐστιν ὁ θερισμὸς τοῦ ἀγροῦ, μακάριος δέ ἐστιν ὁ ἐργάτης ὁ καλός. ἰδοὺ τὰ κρίνα καὶ πάντα τὰ ἄνθη· ὁ δὲ καλὸς γεωργός ἐστιν ὁ πρῶτος μεταλαμβάνων αὐτῶν. πῶς δὲ σὺ γέγονας ὦ Φίλιππε ἄσπλαγχνος, καταρασάμενος τοὺς ἐχθρούς σου ἐν ὀργῇ;