<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text><body><div type="edition" n="urn:cts:greekLit:tlg2948.tlg001.1st1K-grc1" xml:lang="grc"><div type="textpart" subtype="section" xml:base="urn:cts:greekLit:tlg2948.tlg001.1st1K-grc1" n="128"><p><label>(22)</label> Ὡς δὲ ταῦτα ἦν λέγων ὁ Φίλιππος, καὶ ἰδου Ἰωάννης εἰσῆλθεν εἰς τὴν πόλιν ὡς συμπολίτης αὐτῶν· καὶ διακινῶν ἐν τῇ πλατείᾳ ἠρώτησεν· Τίνες οὗτοι οἱ ἄνθρωποι, καὶ διὰ τί τιμωροῦνται; Οἳ δὲ λέγουσιν αὐτῷ· Μὴ οὐκ εἶ ἐκ τῆς πόλεως ἡμῶν, καὶ ἐρωτᾷς περὶ τῶν ἀνθρώπων τούτων; οἵτινες πολλοὺς ἠδίκησαν, ἔκλεισαν δὲ καὶ τοὺς θεοὺς ἡμῶν, καὶ ἐν τῆ μαγεῖᾳ αὐτῶν ἀνεῖλον καὶ τοὺς ὄφεις καὶ τοὺς δράκοντας· πολλοὺς δὲ καὶ νεκροὺς ἤγειραν, οἵτινες κατέπληξαν <pb facs="actaphilippietac00bonnuoft_0106"/> ἡμᾶς πολλὰς κολάσεις ἐξηγούμενοι. θέλουσιν δὲ καὶ κρεμάμενοι οὗτοι οἱ ξένοι πῦρ αἰτῆσαι ἐξ οὐρανοῦ καὶ κατακαῦσαι ἡμᾶς καὶ τὴν πόλιν ἡμῶν.</p></div><div type="textpart" subtype="section" xml:base="urn:cts:greekLit:tlg2948.tlg001.1st1K-grc1" n="129"><p><label>(23)</label> Εἶτα λέγει ὁ Ἰωάννης· Ἀπέλθωμεν καὶ ὑποδείξατέ μοι αὐτούς. Ἤγαγον οὖν τὸν Ἰωάννην ὡς συμπολίτην αὐτῶν ὅπου ὁ Φίλιππος ἦν· καὶ ἦν ἐκεῖ πλῆθος ὄχλου καὶ ὁ ἀνθύπατος καὶ οἱ ἱερεῖς. καὶ ἰδὼν ὁ Φίλιππος τὸν Ἰωάνην εἶπεν τῷ Βαρθολομαίῳ ἑβραϊστί· Ἀδελφέ, ὁ Ἰωάννης ἦλθεν ὁ εἰς Βαρέκ, ὅπου ἐστὶν τὸ ὕδωρ τὸ ζῶν. Καὶ ὁ Ἰωάννης εἶδεν τὸν Φίλιππον κατὰ κεφαλῆς κρεμάμενον τῶν σφυρῶν καὶ τῶν πτερνῶν· εἶδεν δὲ καὶ τὸν Βαρθολομαῖον ἐκτεταμένον εἰς τὸν τοῖχον τοῦ ἱεροῦ, καὶ εἶπεν αὐτοῖς· Τὸ μυστήριον <pb facs="actaphilippietac00bonnuoft_0107"/> τοῦ κρεμασθέντος ἐν μέσῳ τοῦ οὐρανοῦ καὶ τῆς γῆς ἔσται μεθ᾽ ὑμῶν.</p></div><div type="textpart" subtype="section" xml:base="urn:cts:greekLit:tlg2948.tlg001.1st1K-grc1" n="130"><p><label>(24)</label> Εἶπεν δὲ καὶ τοῖς ἀνθρώποις τῆς πόλεως ἐκείνης· Ἄνθρωποι οἱ τὴν Ὀφιορύμην Ἱεράπολιν κατοικοῦντες, πολλή ἐστιν ἡ ἄγνοια ἡ οὖσα μεθ᾽ ὑμῶν. ἐπλανήθητε ἐν τῇ ὁδῷ τῆς πλάνης· πνέων ἔπνευσεν εἰς ὑμᾶς ὁ δράκων καὶ ἐτύφλωσεν ὑμᾶς κατὰ τρεῖς τρόπους, τοῦτ᾽ ἔστιν, ἐποίησεν ὑμᾶς τυφλοὺς τῷ σώματι καὶ τυφλοὺς τῇ ψυχῇ καὶ τυφλοὺς τῷ πνεύματι, καὶ ἐπλήγητε ὑπὸ τοῦ ὀλοθρευτοῦ. ἐμβλέψατε εἰς πᾶσαν τὴν κτίσιν εἴτε ἐν τῇ γῇ εἴτε ἐν τῷ οὐρανῷ εἴτε ἐν τοῖς ὕδασιν, <pb facs="actaphilippietac00bonnuoft_0108"/> ὅτι ὁ ὄφις οὐκ ἔχει ὁμοίωμα ἐν οὐδενὶ ἀνθρώπου· ἀλλὰ γένος ἐστὶν φθορᾶς καὶ κατηργήθη ὑπὸ τοῦ θεοῦ, καὶ διὰ τοῦτο εἰλικτός ἐστιν καὶ σκολιός, καὶ οὐδεμία ζωή ἐστιν ἐν αὐτῷ, θυμὸς δὲ καὶ ὀργὴ καὶ σκότος καὶ πῦρ καὶ καπνὸς ὑπάρχει ἐν τοῖς μέλεσιν αὐτοῦ. νῦν οὖν διὰ τί τιμωρεῖτε τοὺς ἀνθρώπους τούτους; ὅτι εἰρήκασιν ὑμῖν ὅτι ἐχθρὸς ὑμῶν ἐστιν ὁ ὄφις; </p></div></div></body></text></TEI>