<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text><body><div type="edition" n="urn:cts:greekLit:tlg2948.tlg001.1st1K-grc1" xml:lang="grc"><div type="textpart" subtype="section" xml:base="urn:cts:greekLit:tlg2948.tlg001.1st1K-grc1" n="12"><p><label>(7)</label> Ἔγραψαν οὖν εἰς Ἰερουσαλὴμ τὸν τρόπον τοῦτον· Οἱ φιλόσοφοι τῆς Ἑλλάδος Ἀνανίᾳ τῷ μεγάλῳ ἀρχιερεῖ τῶν Ἰουδαίων τῶν ἐν Ἰερουσαλήμ. Μεγάλης οὔσης μετὰ σοῦ τε καὶ ἡμῶν ἐν παντὶ τῷ καιρῷ, ὡς ὅτι ἡμεῖς οἱ φιλοσοφούμενοι οἱ Ἀθηναῖοι γινώσκεις. ἦλθέν τις ἀνὴρ ξένος κατὰ τὴν Ἑλλάδα, Φίλιππος ὀνόματι, καὶ ἀπλῶς ἐτάραξεν ἡμᾶς σφόδρα ἔν τε λόγοις καὶ δυνάμεσιν ἐξαισίοις, καὶ εἰσφέρει ὄνομα ἐπίδοξον Ἰησοῦν, μαθητὴν ἐκείνου ἑαυτὸν ὁμολογῶν. ποιεῖ δὲ καὶ θαυμάσια ἅπερ γράφομέν σοι, ὅτι ἐξέβαλεν δαίμονας ἐγκεχρονικότας ἐν τοῖς ἀνθρώποις, καὶ κωφοὺς ποιεῖ ἀκούειν, τυφλοὺς βλέπειν· καὶ τὸ θαυμαστότερον, ὅπερ ἔδει καὶ πρῶτον σημᾶναι, ὅτι ἀνθρώπους ἴσως πεπληρωκότας τὸν ἀριθμὸν τοῦ βίου ἀποθανόντας ἀνέστησεν. ἡ δὲ φήμη αὐτοῦ διῆλθεν <pb facs="actaphilippietac00bonnuoft_0055"/> εἰς πᾶσαν τὴν Ἑλλάδα καὶ Μακεδονίαν, καὶ πολλοί εἰσιν οἱ ἐρχόμενοι πρὸς αὐτὸν ἀπὸ τῶν κύκλῳ πόλεων φέροντες τοὺς κεκακωμένους ποικίλαις νόσοις, καὶ πάντας ἰᾶται διὰ τοῦ ὀνόματος τοῦ Ἰησοῦ. διὰ τοῦτο τοίνυν ἄνευ πάσης φειδοῦς ἐλθὲ πρὸς ἡμᾶς, ἵνα αὐτὸς ἡμῖν ἀπαγγείλῃς τὸ τί βούλεται εἶναι τὸ ὄνομα τι τῶ διδάσκει τὸν Ἰησοῦν. διὰ τοῦτο γὰρ καὶ ἀπεστείλαμέν σοι τήνδε τὴν ἐπιστολήν. </p></div></div></body></text></TEI>