(13) Ἣ δὲ ἀποκριθεῖσα λέγει αὐτῷ· Ὦ τύραννε, ἔκβαλε ἀπὸ σοῦ τὴν τυραννίδα σου ταύτην, ἐπιλάθου τῆς πονηρίας σου ταύτης, ἐγκατάλιπε τὸν βίον τοῦτον τὸν πρόσκαιρον, ἀπόθου τὸ θηριῶδες τῆς φαύλης σου γνώμης, φύγε τὸν δράκοντα τὸν πικρὸν καὶ τὰς ἐπιθυμίας αὐτοῦ, ῥῖψον ἀπὸ σοῦ τὰ ἔργα καὶ τὸ βέλος τοῦ ἀνθρωποκτόνου ὄφεως, παραίτησαι τὰς μυσαρὰς καὶ κακὰς θυσίας τῶν εἰδώλων, αἵτινές εἰσιν γεωργία τοῦ ἐχθροῦ, ὁ σκοτεινὸς φραγμός περιποίησαι δὲ ἑαυτῷ βίον σεμνὸν καὶ ἄρυπον, ἵνα γενόμενος ἐν ἁγιασμῷ δυνηθῇς γνῶναι τὸν ἰατρόν μου καὶ χωρῆσαι τὸ ὄνομα αὐτοῦ. ἐὰν οὖν θέλῃς παρὰ σοί με εἶναι, εὐτρέπισον σεαυτὸν μένειν ἐν ἁγνείᾳ καὶ ἐγκρατείᾳ καὶ ἐν φόβῳ τοῦ ἀληθινοῦ θεοὺ, καὶ συνοικήσω σοι τὸν ἅπαντα χρόνον· μόνον καθάρισον σεαυτὸν ἀπὸ τῶν εἰδώλων καὶ παντὸς ῥύπου αὐτῶν. (14) Ὡς δὲ ἤκουσεν τῶν λόγων αὐτῆς τούτων ὁ τύραννος, ὁ ἀνὴρ αὐτῆς, ἐπελάβετο τῶν τριχῶν τῆς κεφαλῆς αὐτῆς καὶ ἔσυρεν αὐτὴν λακτίζων αὐτὴν καὶ λέγων· Καλόν σοί ἐστιν ἀναιρεθῆναι ἐν ξίφει ἢ ὁρᾶσθαί σε παρ᾽ ἐμοῦ πορνεύουσαν μετὰ τῶν ξένων τούτων τῶν μάγων. ὁρῶ σε γὰρ ὅτι ἐγένου ἐν τῇ μανίᾳ τούτων τῶν πλάνων· σὲ οὖν πρῶτον ἀνελῶ κακῶς, καὶ τότε τούτων οὐ φεισάμενος κακῶς ἐνυβρίσας κακίστως ἀποκτενῶ. Καὶ στραφεὶς εἶπεν τοῖς περὶ αὐτόν· Ἐξαγάγετέ μοι τοὺς μάγους τοὺς ἐπιθέτας ἐκείνους. Εἰσδραμόντες δὲ οἱ δήμιοι εἰς τὴν οἰκίαν τοῦ Στάχυος καὶ κρατήσαντες τὸν ἀπόστολον Φίλιππον καὶ τὸν Βαρθολομαῖον καὶ τὴν Μαριάμνην ἔσυραν ἄγοντες αὐτοὺς ὅπου ἦν ὁ ἀνθύ πατος. ἠκολούθησεν δὲ καὶ ὁ πιστότατος Στάχυς καὶ πάντες οἱ πιστοί. (15) Ἰδὼν δὲ αὐτοὺς ὁ ἀνθύπατος ἔβρυξεν τοὺς ὀδόν τας αὐτοῦ λέγων· Βασανίσατε τοὺς μάγους τούτους τοὺς πλανήσαντας πολλὰς γυναῖκας καὶ ἄνδρας νέους τε καὶ νεάνιδας, λέγοντας ἑαυτοὺς θεοσεβεῖς εἶναι, βδέλυγμα ὄντες. Καὶ ἐκέλευσεν ἐνεχθῆναι ὠμοὺς ἱμάντας καὶ τύπτεσθαι τόν τε Φίλιππον καὶ τὸν Βαρθολομαῖον καὶ τὴν Μαριάμνην· καὶ μετὰ τὸ μαστιχθῆναι αὐτοὺς τοῖς ἱμᾶσιν ἐκέλευσεν δεθῆναι τοὺς πόδας αὐτῶν καὶ σύρεσθαι αὐτοὺς διὰ τῶν πλατειῶν τῆς πόλεως ἕως τῆς πύλης τοῦ ἱεροῦ αὐτῶν. πολλοὶ δὲ ὄχλοι συνήχθησαν, ὡς σχεδὸν μὴ μεῖναί τινα εἰς οἰκίαν, καὶ ἦσαν πάντες θαυμάζοντες αὐτοὺς ἐπὶ τῇ ὑπομονῇ αὐτῶν, βιαίως καὶ ἀπανθρώπως συρομένων αὐτῶν.