<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text><body><div type="edition" n="urn:cts:greekLit:tlg2948.tlg001.1st1K-grc1" xml:lang="grc"><div type="textpart" subtype="section" xml:base="urn:cts:greekLit:tlg2948.tlg001.1st1K-grc1" n="116"><p><label>(10)</label> Ὡς δὲ ταῦτα ἤκουσεν ἡ Νικανόρα ἑστῶσα πρὸ τῶν θυρῶν, ἐπαρρησιάσατο ἐνώπιον πάντων κράζουσα καὶ <pb facs="actaphilippietac00bonnuoft_0095"/> λέγουσα ὅτι Ἐγὼ Ἑβραία εἰμί, θυγάτηρ Ἑβραίων· λάλησον μετ᾽ ἐμοῦ ἐν τῇ διαλέκτῳ τῶν πατέρων μου. ἀκούσασα γὰρ τοῦ κηρύγματος τῶν πατέρων μου ἰάθην εὐθέως ἀπὸ τῆς νόσου καὶ τῶν περιεχουσῶν με ὀδυνῶν. προσκυνῶ οὖν τὴν ἀγαθότητα τοῦ θεοῦ, ὅτι ἐποίησεν ὑμᾶς σκυλῆναι ἄχρι τῆς πόλεως ταύτης διὰ τὸν ἀληθινὸν αὐτοῦ λίθον τὸν ἔντιμον, ἵνα δι᾽ ὑμῶν δεξώμεθα τὴν γνῶσιν αὐτοῦ καὶ ζήσωμεν σὺν ὑμῖν πιστεύσαντες εἰς αὐτόν. </p></div><div type="textpart" subtype="section" xml:base="urn:cts:greekLit:tlg2948.tlg001.1st1K-grc1" n="117"><p><label>(11)</label> Ταῦτα εἰπούσης τῆς Νικανόρας, προσηύξατο περὶ αὐτῆς πρὸς τὸν θεὸν ὁ ἀπόστολος Φίλιππος ἅμα Βαρθολομαίῳ καὶ Μαριάμνῃ καὶ τοῖς σὺν αὐτοῖς λέγων· Ὁ ζωοποιῶν τοὺς νεκροὺς Χριστὲ Ἰησοῦ δέσποτα, ὁ ἐλευθερώσας ἡμᾶς διὰ τοῦ βαπτίσματος ἐκ τῆς δουλείας τοῦ θανάτου, ῥῦσαι αὐτὴν ἐκ τῆς πλάνης τοῦ ἐχθροῦ τελείως, ζωοποίησον αὐτὴν ἐν τῇ ζωῇ σου καὶ τελείωσον αὐτὴν ἐν τῇ τελειότητί σου, ἵνα πορευθῇ εἰς τὴν χώραν τῶν πατέρων αὐτῆς ἐν ἐλευθερίᾳ, ἔχουσα κλῆρον ἐν τῇ ἀγαθότητί σου κύριε Ἰησοῦ. </p></div><div type="textpart" subtype="section" xml:base="urn:cts:greekLit:tlg2948.tlg001.1st1K-grc1" n="118"><p><label>(12)</label> Πάντων δὲ ἀναπεμψάντων τὸ ἀμὴν ἅμα τῷ ἀποστόλῳ Φιλίππῳ, ἰδοὺ ἦλθεν ὁ τύραννος, ὁ ἀνὴρ τῆς Νικανόρας, ὡς ἵππος ἀδάμαστος μεμηνώς, καὶ ἐπιλαβόμενος τῶν ἱματίων τῆς γυναικὸς αὐτοῦ ἐβόα λέγων· Ὦ Νικανόρα, μὴ οὐκ ἀφῆκά σε ἐπὶ τῆς κλίνης οὖσαν; πῶς τοσαύτην δύναμιν <pb facs="actaphilippietac00bonnuoft_0096"/> ἔσχες ἐλθεῖν πρὸς τοὺς μάγους τούτους; πῶς δὲ ἀπὸ τῆς φλεγμονῆς τῶν ὀφθαλμῶν σου; νῦν οὖν ἐὰν μή μοι εἴπῃς τίς ἐστιν ὁ ἰατρός σου καὶ τί τὸ ὄνομα αὐτοῦ, τιμωρήσομαί σε διαφόροις τιμωρίαις καὶ οὐ σπλαγχνισθήσομαι ἐπὶ σοί. </p></div></div></body></text></TEI>