(5) γίνεσθε δὲ μᾶλλον πιστοί, σεμνοί, ἀγαθοεργεῖς, μὴ ἔχοντες δόλον. ἐξάρατε τὸ πονηρὸν σύστημα ἀφ᾽ ἑαυτῶν, τοῦτ᾽ ἔστιν τὰς κακίας ἐπιθυμίας, δι᾽ ὧν ἐγέννησεν ὁ ὄφις ὁ πονηρὸς δράκων ὁ ἀρχέκακος νομὴν ἀπωλείας καὶ θανάτου τῇ ψυχῇ, ἐπειδὴ ἡ τῶν κακῶν ἐπιθυμία πάσα ἐξ αὐτοῦ προελήλυθεν, καὶ αὕτη ἐστὶν ἡ ῥίζα τῆς ἀνομίας, τὸ σύστημα τῶν κακῶν, ὁ θάνατος τῶν ψυχῶν· ἡ γὰρ ἐπιθυμία τοῦ ἐχθροῦ ὁπλίζεται κατὰ τῶν πιστῶν, ἐξέρχεται δὲ ἀπὸ τοῦ σκότους καὶ πορεύεται ἐν τῷ σκότει, πολεμεῖν ἐπιχειροῦσα τοὺς ἐν τῷ φωτί. αὕτη γάρ ἐστιν ἡ τῆς πλεονεξίας ἀρχή. (6) διὸ ὑμεῖς οἱ θέλοντες πρὸς ἡμᾶς, μᾶλλον δὲ ὅτι ὁ θεὸς παρεγένετο δι᾽ ἡμῶν πρὸς ὑμᾶς ὡς πατὴρ πρὸς ἴδια τέκνα, θέλων ὑμᾶς ἐλεῆσαι καὶ ῥύσασθαι ὑμᾶς ἀπὸ τῆς πονηρᾶς παγίδος τοῦ ἐχθροῦ, φύγετε τὰς τοῦ ἐχθροῦ κακὰς ἐπιθυμίας καὶ τελείως ἐκβάλετε αὐτὰς ἐκ τοῦ νοὸς ὑμῶν, μισήσαντες φανερῶς τὸν πατέρα τῶν κακῶν, ἀγαπήσαντες δὲ Ἰησοῦν, ὅς ἐστιν φῶς καὶ ζωὴ καὶ ἀλήθεια καὶ σωτὴρ πάντων τῶν αὐτὸν ποθούντων. πρὸς αὐτὸν οὖν προσδραμόντες κρατήσατε αὐτὸν ἐν τῇ ἀγάπῃ, ἵνα ἀναγάγῃ ὑμᾶς ἐκ τοῦ λάκκου τῶν κακῶν, καὶ καθαρίσας στήσῃ ὑμᾶς ἀμώμους ζῶντας ἐν ἀληθείᾳ ἔμπροσθεν τοῦ πατρὸς αὐτοῦ. (7) Ταῦτα δὲ πάντα ἔλεγεν ὁ Φίλιππος πρὸς τὰ συνελθόντα πλήθη διὰ τὸ ἐκ παλαιῶν τῶν χρόνων σέβειν αὐτοὺς τοὺς ὄφεις καὶ τὴν ἔχιδναν, ὧν καὶ εἰκόνας στήσαντες προσεκύνουν· διὸ καὶ Ὀφιορύμην ἐκάλουν τὴν Ἱεράπολιν. τούτῶν δὲ λεγομένων ὑπὸ τοῦ Φιλίππου, συμπαρόντων αὐτῷ Βαρθολομαίου καὶ Μαριάμνης καὶ τῶν μαθητῶν αὐτοῦ καὶ τοῦ Στάχυος, ἐπηκροᾶτο πᾶς ὁ λαός, καὶ πολὺ πλῆθος ἐξ αὐτῶν ἀποφυγόντες ἀπὸ τοῦ ἐχθροῦ ἐπέστρεψαν ἐπὶ τὸν κύριον καὶ προσετέθησαν τῷ Φιλίππῳ καὶ τοῖς περὶ αὐτόν. οἱ δὲ πιστοὶ πλεῖον ἐστηρίχθησαν ἐν τῇ ἀγάπῃ τοῦ Χριστοῦ. (8) Νικανόρα δὲ ἡ γυνὴ τοῦ ἀνθυπάτου κλινήρης κατακειμένη ὑπὸ διαφόρων νοσημάτων, μάλιστα τῶν ὀφθαλμῶν, ἀκούσασα τὰ περὶ τοῦ ἀποστόλου Φιλίππου καὶ τοῦ κηρύγματος αὐτοῦ, ἐπίστευσεν ἐπὶ τὸν κύριον. ἦν γὰρ καὶ πάλαι ἀκούσασα περὶ αὐτοῦ, καὶ ἐπικαλεσαμένη τὸ ὄνομα αὐτοῦ ἀπηλλάγη τῶν συνεχόντων αὐτῇ πόνων. καὶ ἀναστᾶσα ἐξῆλθεν τῆς οἰκίας αὐτῆς διὰ τῆς πλαγίας θύρας, βασταζομένη ὑπὸ ἰδίων αὐτῆς δούλων ἐν φορείῳ ἀργυρέῳ, καὶ ἦλθεν εἰς τὴν οἰκίαν τοῦ Στάχυος, ὅπου ἦσαν οἱ ἀπόστολοι. (9) Καὶ ὅτε ἦλθεν ἔμπροσθεν τοῦ πυλῶνος τῆς οἰκίας, ἰδοῦσα αὐτὴν Μαριάμνη ἡ ἀδελφὴ Φιλίππου τοῦ ἀποστόλου, ἐλάλησεν φωνῇ ἑβραϊστὶ πρὸς αὐτὴν ἔμπροσθεν Φιλίππου καὶ Βαρθολομαίου καὶ παντὸς τοῦ πλήθους τῶν πεπιστευκότων λέγουσα· Ἀλικαμάν, ἰκασαμέ, μαρμαρί, ἰαχαμάν, μαστρανάν, ἀχαμάν· Ὅ ἐστιν Ὦ θυγάτηρ τοῦ πατρός, σὺ εἶ κυρία μου, σὺ ἐδόθης ἐνεχυρίασμα τῷ ὄφει· ἀλλ᾽ ἦλθεν Ἰησοῦς ὁ λυτρωτὴς ἡμῶν ῥύσασθαί σε δι᾽ ἡμῶν, διαρρῆξαι τοὺς δεσμούς σου καὶ τεμεῖν αὐτοὺς καὶ ἐκτῖλαι ἐκ σοῦ ἀπὸ τῆς ῥίζης αὐτῶν, ὅτι σὺ ἀδελφή μου εἶ· μία μήτηρ ἐγέννησεν ἡμᾶς διδύμους. ἐπελάθου τοῦ πατρός σου, ἐπελάθου τῆς τρίβου τῆς ἀγούσης σε εἰς κατοικητήριον τῆς μητρὸς σου, γεναμένη ἐν πλάνῃ· ἐγκατέλιπες τὸν ναὸν ἐκείνης τῆς ἀπάτης τῆς προσκαίρου δόξης, καὶ ἦλθες πρὸς ἡμᾶς φυγοῦσα τὸν ἐχθρόν, ὅτι αὐτός ἐστιν τὸ κατοικητήριον τοῦ θανάτου. ἰδοὺ δὴ ἦλθεν ὁ λυτρωτής σου ἵνα σε λυτρώσηται· ἀνέτειλέν σοι ὁ ἥλιος τῆς δικαιοσύνης Χριστὸς ἵνα σε φωτίσῃ.