(6) Οἱ δὲ φιλόσοφοι ἀλλήλους συναθροίσαντες οἱ τριακόσιοι ἐλάλησαν μετ᾽ ἀλλήλων λέγοντες· Οἴδατε ὅτι ὁ ἀνὴρ οὗτος ξένην φιλοσοφίαν ἤγαγεν, καὶ οἱ λόγοι οἱ παρ᾽ αὐτοῦ εἰρημένοι εἰς ἔκστασιν ἡμᾶς φέρουσιν· τί οὖν ποιήσωμεν περὶ αὐτοῦ ἢ περὶ τοῦ ὀνόματος τοῦ λεγομένου Ἰησοῦ τοῦ βασιλέως τῶν αἰώνων ὃν λέγει; Καὶ ἔτι εἰς ἀλλήλους φησὶν ὅτι Τάχα ἡμεῖς οὐ δυνάμεθα πρὸς αὐτὸν διαλέγεσθαι, εἰ μὴ ὁ ἀρχιερεὺς τῶν Ἰουδαίων. εἰ οὗν δοκεῖ, ἀποστείλωμεν πρὸς αὐτὸν ὅπως αὐτὸς ἀντιστῇ τῷ ξένῳ τούτῳ, καὶ ἀκριβῶς μάθωμεν τὸ εὐαγγελιζόμενον ὄνομα. (7) Ἔγραψαν οὖν εἰς Ἰερουσαλὴμ τὸν τρόπον τοῦτον· Οἱ φιλόσοφοι τῆς Ἑλλάδος Ἀνανίᾳ τῷ μεγάλῳ ἀρχιερεῖ τῶν Ἰουδαίων τῶν ἐν Ἰερουσαλήμ. Μεγάλης οὔσης μετὰ σοῦ τε καὶ ἡμῶν ἐν παντὶ τῷ καιρῷ, ὡς ὅτι ἡμεῖς οἱ φιλοσοφούμενοι οἱ Ἀθηναῖοι γινώσκεις. ἦλθέν τις ἀνὴρ ξένος κατὰ τὴν Ἑλλάδα, Φίλιππος ὀνόματι, καὶ ἀπλῶς ἐτάραξεν ἡμᾶς σφόδρα ἔν τε λόγοις καὶ δυνάμεσιν ἐξαισίοις, καὶ εἰσφέρει ὄνομα ἐπίδοξον Ἰησοῦν, μαθητὴν ἐκείνου ἑαυτὸν ὁμολογῶν. ποιεῖ δὲ καὶ θαυμάσια ἅπερ γράφομέν σοι, ὅτι ἐξέβαλεν δαίμονας ἐγκεχρονικότας ἐν τοῖς ἀνθρώποις, καὶ κωφοὺς ποιεῖ ἀκούειν, τυφλοὺς βλέπειν· καὶ τὸ θαυμαστότερον, ὅπερ ἔδει καὶ πρῶτον σημᾶναι, ὅτι ἀνθρώπους ἴσως πεπληρωκότας τὸν ἀριθμὸν τοῦ βίου ἀποθανόντας ἀνέστησεν. ἡ δὲ φήμη αὐτοῦ διῆλθεν εἰς πᾶσαν τὴν Ἑλλάδα καὶ Μακεδονίαν, καὶ πολλοί εἰσιν οἱ ἐρχόμενοι πρὸς αὐτὸν ἀπὸ τῶν κύκλῳ πόλεων φέροντες τοὺς κεκακωμένους ποικίλαις νόσοις, καὶ πάντας ἰᾶται διὰ τοῦ ὀνόματος τοῦ Ἰησοῦ. διὰ τοῦτο τοίνυν ἄνευ πάσης φειδοῦς ἐλθὲ πρὸς ἡμᾶς, ἵνα αὐτὸς ἡμῖν ἀπαγγείλῃς τὸ τί βούλεται εἶναι τὸ ὄνομα τι τῶ διδάσκει τὸν Ἰησοῦν. διὰ τοῦτο γὰρ καὶ ἀπεστείλαμέν σοι τήνδε τὴν ἐπιστολήν. (8) Ἐγένετο δὲ ὡς ἐδέξατο τὴν ἐπιστολὴν ὁ ἀρχιερεὺς καὶ ὡς ἀνέγνω, ὀργῆς μεγάλης ἐπλήσθη, καὶ τὰ ἱμάτια αὐτοῦ διέρρηξεν καί φησιν· Ἇρα ὅτι ὁ πλάνος ἐκεῖνος καὶ ἐν Ἀθήναις ἐν τοῖς φιλοσόφοις ἐχώρησεν ἀπατῆσαι αὐτούς; Ὁ δὲ Μανσημάτ, τοῦτ᾽ ἔστιν ὁ Σατανᾶς, ὑπεισῆλθεν εἰς τὸν Ἀνανίαν καὶ ἐπλήρωσεν αὐτὸν θυμοῦ καὶ ὀργῆς· καὶ εἶπεν ὅτι Ἐὰν ἐάσω αὐτόν τε ἐκεῖνον τὸν Φίλιππον καὶ τοὺς μετ᾽ αὐτοῦ ζῆσαι, πάντως ὁ νόμος λυθήσεται, καὶ ἡ διδασκαλία αὐτῶν ἴσως πληρώσει τὴν γῆν ὅλην. Καὶ εἰσῄει ὁ ἀρχιερεὺς εἰς τὴν οἰκίαν τὴν ἑαυτοῦ καὶ οἱ νομοδιδάσκαλοι καὶ οἱ Φαρισαῖοι, καὶ συνεβουλεύσαντο μετ᾽ ἀλλήλων λέγοντες· Τὶ ποιήσωμεν περὶ τούτων; Καὶ λέγουσιν τῷ ἀρχιερεῖ· Ἀνανία ἀναστὰς ὅπλισον σεαυτὸν καὶ ἐκ τοῦ λαοῦ πεντακοσίους δυνατοὺς ἄνδρας, καὶ ἄπελθε εἰς τὰς Ἀθήνας, καὶ πάντως ἀνάλισκε τὸν Φίλιππον, καὶ τὴν διδαχὴν αὐτοῦ οὕτως ἀνατρέψεις. (9) Καὶ ἐνδυσάμενος τὸ ἔνδυμα τὸ ἀρχιερατικὸν παρεγένετο εἰς τὴν Ἑλλάδα ἐν μεγάλῃ φαντασίᾳ μετὰ τῶν πεντακοσίων ἀνδρῶν. ὁ δὲ Φίλιππος ἦν ἐν οἰκίᾳ πρώτου τινὸς τῆς πόλεως μετὰ τῶν πεπιστευκότων ἀδελφοῶν. ὁ δὲ ἀρχιερεὺς καὶ οἱ σὺν αὐτῷ καὶ οἱ τριακόσιοι φιλόσοφοι ἀνῆλθον εἰς τὸ προπύλαιον τῆς οἰκίας ἔνθα ἧν ὁ Φίλιππος. καὶ ἐμηνύθη τῷ Φιλίππῳ ἑστάναι αὐτοὺς ἔξω· καὶ ἀναστὰς ἐξῆλθεν. καὶ ὡς εἶδεν αὐτὸν ὁ ἀρχιερεύς, λέγει πρὸς αὐτόν· Ὧ Φίλιππε φαρμακὲ καὶ μάγε· γνωρίζω γάρ σε ὅτι εἰς Ἱερουσαλὴμ ὁ κύριός σου ὁ πλάνος ὠνόμασέν σε υἱὸν βροντῆς· οὐκ ἤρκεσεν ὑμῖν πᾶσα ἡ Ἰουδαία, ἀλλὰ καὶ ὧδε ἤλθατε πλανῆσαι Ἀθηναίους ἄνδρας φιλοσόφους; Καὶ ὁ Φίλιππος εἶπεν· Εἴθε ὦ Ἀνανία ἀφῄρητο τὸ κάλυμμά σου τῆς ἀπιστίας ἀπὸ τῆς καρδίας σου, ἵνα γνῷς τοὺς λόγους σου καὶ ἀπ᾽ αὐτῶν μάθῃς εἰ ἄρα πλάνος ἐγὼ ἢ σύ. (10) Ταῦτα ἀκούσας ὁ Ἀνανίας εἶπεν τῷ Φιλίππῳ· Ἀποκρι θήσομαι τοῖς πᾶσιν. Καὶ εἶπεν ὁ Φίλιππος· Λάλησον. Λέγει ὁ ἀρχιερεύς· Ὦ ἄνδρες τῆς Ἑλλάδος, οὗτος ὁ Φίλιππος πιστεύει εἰς ἄνθρωπον καλούμενον Ἰησοῦν, ὃς ἐγεννήθη ἐν ἡμῖν, ὃς καὶ ἐδίδαξεν τὴν αἵρεσιν ταύτην, καὶ τὸν νόμον καὶ τὸν ναὸν κατέλυσεν, καὶ τὸν καθαρισμὸν τὸν διὰ Μωσέως κατήργησεν καὶ τὰ σάββατα καὶ τὰς νεομηνίας, Ὅτι φησὶν οὐκ εἰσὶν ὑπὸ θεοῦ τεταγμέναι. Καὶ ὡς εἴδομεν ὅτι τὸν νόμον οὗτος καταλύει, ἐπαναστάντες ἐσταυρώσαμεν αὐτόν, ἵνα μὴ πληθυνθῇ ἡ διδαχὴ αὐτοῦ· ἐστράτευσεν γὰρ ὑπ᾽ αὐτῶν πλήθη πολλά, καὶ ἔδωκεν μαρτυρίαν οὐ καλήν, ἐσθίειν τε πάντα ἁπλῶς καὶ συμμιγεῖς εἶναι μετὰ τῶν ἐθνῶν. καὶ τοῦτον παραδόντες ἐφονεύσαμεν καὶ κατεθάψαμεν αὐτὸν ἐν μνημείῳ· οὗτοι δὲ οἱ μαθηταὶ αὐτοῦ κλέψαντες αὐτὸν διεκήρυξαν πανταχοῦ ὅτι ἠγέρθη ἐκ τῶν νεκρῶν, καὶ ἐπλάνησαν πολὺ πλῆθος, ὁμολογήσαντες αὐτὸν εἶναι ἐκ δεξιῶν τοῦ θεοῦ ἐν οὐρανοῖς ἀλλὰ δὲ καὶ αὐτοὶ οὗτοι τὴν περιτομὴν ἔχοντες ὡς καὶ ἡμεῖς· οὓς καὶ ἐδιώξαμεν, ἐπειδὴ πολλὰς δυνάμεις ἤρξαντο ποιεῖν ἐν Ἰερουσαλὴμ διὰ τοῦ ὀνόματος τοῦ Ἰησοῦ· καὶ ἐκβληθέντες ἐξ Ἰερουσαλὴμ περιέρχονται τὴν οἰκουμένην καὶ πάντας ἀπατῶσιν ἐν τῇ μαγείᾳ ἐκείνου τοῦ Ἰησοῦ, ὡς καὶ νῦν οὗτος ὁ Φίλιππος ἦλθεν πρὸς ὑμᾶς τῇ αὐτῇ τέχνῃ ἀπατῆσαι ὑμᾶς. ἀλλ᾽ ἐγὼ τοῦτον μεθ᾽ ἑαυτοῦ ἀποφέρω εἰς Ἱερουσαλήμ, ὅτι καὶ ζητεῖ αὐτὸν ὁ Ἀρχέλαος ὁ βασιλεὺς τοῦ ἀποκτεῖναι αὐτόν.